98
ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι. Βρεγμὸς καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, η τὸ τῆς κεφαλῆς ακρον κρανίον. τοῦτο γὰρ πρῶτον βρέχεται. Βριήπυοσ. μεγαλόφωνος. Βρινοί. οἱ βάτραχοι. Βριάρεωσ. ὁ ἑκατόγχειρ θεός. Βρίμοσ. δυνατὸς, ἰσχυρὸς, γενναῖος. Βριαροί. βαρεῖς, ἰσχυροὶ, στερεοί. Βριαρόχειρ. ὁ ἰσχυρὸς καὶ δυνατὸς τὴν χεῖρα. Βρόμιοσ. ὁ ∆ιόνυσος. Βροτολοιγόσ. ἀνθρωποκτόνος. λοιγὸς γὰρ ὁ ολεθρος. βροτολοιγὸς Αρης. Βροτόσ. ὁ ανθρωπος. παρὰ τὸ μείρω τὸ μερίζω γίνεται μορτὸς, καὶ καθ' ὑπέρθεσιν τοῦ ˉρ beta.405 καὶ τροπὴν τοῦ ˉμ εἰς ˉβ βροτὸς, ὁ μεμερισμένην εχων τὴν φωνήν. Βρότοσ. τὸ μετὰ κονιορτοῦ αιμα τοῦ ἀνθρώπου, καὶ οὐκ αλλου ζώου· βροτὸς γὰρ ὁ ανθρωπος. Βρόμοσ. ὁ τοῦ πυρὸς ηχος, ἀπὸ τοῦ βρέμω τὸ ἠχῶ. εστι δὲ ποιὰ φωνή. βρῶμος δὲ τὸ φυτὸν, *καὶ ἡ δυσωδία·* μέγα. Βρόγχοσ. ὁ λαιμὸς, ον καὶ φάρυγα καλοῦμεν, καὶ ἐπὶ τῶν ἰχθύων τῶν τὰ βράγχη ἐχόντων. ειρηται δὲ παρὰ τὸ βρέχω, βρέχος τὶς ων, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει· οἱ δὲ ἀρχαῖοι βράγχον· οθεν καὶ βραγχιᾷν τὸ παθητικὸν ειρηται. πεποίηται δὲ ἡ λέξις τοῦ βρόγχου ἀπὸ τοῦ γινομένου ηχου ἐν τῷ καταπίνειν. Βρόχθοσ. τὸ ὀλίγον πόμα, καὶ ἡ φάρυγξ, δι' ης καταπίνομεν. ειρηται παρὰ τὸ βρέχω, βέβροχα. Βρόχοσ. τὸ τῆς ἀγχόνης σχοινίον. Ομηρος· ἁψαμένη βρόχου- κυρίως δὲ βρόχος τὸ εἰς τὰς ἀγκύρας καὶ εἰς τὰ ἀπόγεια σχοινίον, διὰ τὸ βρέχεσθαι. καὶ βρόχος ἡ ἀνάγκη παρὰ τῷ ̓Αποστόλῳ· οὐχ' ινα βρόχον ὑμῖν ἐπιβάλω. Βροῦχοσ. ἡ κάμπη, η ἡ νεογενὴς καὶ απτερος ἀκρίς. βροῦχος δὲ παρὰ τὸ βρύκειν, ο σημαίνει τὸ ἐσθίειν. *Βρουμαχία. ἑλληνικὴ ἑορτὴ τοῦ ∆ιονύσου.* Βρυγμόσ. ἡ σύντομος ἐδωδὴ, η τρισμὸς ὀδόντων, η μυλῶν ἀκόνησις. παρὰ τὸ βρύκω τὸ ἐσθίω. ὡς νύσσω νυγμὸς, ουτω βρύκω βρυγμός. beta.406 Βρωτόσ. ὁ βεβρωμένος. Βρῶμοσ. τὸ φυτόν. Βραβευτάσ. τοὺς τῶν ἀγωνιζομένων κριτὰς καλοῦσιν· ουτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφον ὀρέγουσι. καταβραβεύειν δέ ἐστι τὸ ἀδίκως βραβεύειν. ὁ ̓Απόστολος· μηδεὶς ὑμᾶς καταβραβευέτω. (Θηλυκόν.) Βραχυμυθίασ. ητοι βραχυλογίας. Βρετανία. νῆσος περὶ τὸν ὠκεανόν. τινὲς δύο ˉτˉτ γράφουσι. Βριαρά. βαρεῖα, ἰσχυρά. Βρούτιδεσ. γυναῖκες ουτω καλούμεναι. Βροντή. ἡ ὑπὸ πνεύματος ἐν τοῖς νέφεσι γενομένη εκρηξις, ητις πρὸς τὴν τῶν νεφῶν πυκνότητα βίᾳ φερομένη ποιεῖ ἐν τῇ πληγῇ ψόφον· η οταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναπολειφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον ζητεῖ διέξοδον πρὸς τὰ ανω. ἀντέχουσαι μὲν ουν ἐπὶ τῆς αγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ηχον· ἐπειδὰν δὲ ωσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν εξω διαπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦσι ψόφους, καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκεν. ειρηται δὲ παρὰ τὸ βρόμον, ο σημαίνει τὸν τοῦ πυρὸς ηχον· εμπυρος γὰρ ἡ βροντή. beta.407 Βρώμησ. βρώσεως, τροφῆς. οιον· - μνησθησώμεθα βρώμης. Βρύοικοσ. ἡ αγκυρα, ἡ τὸν βυθὸν οἰκοῦσα. (Οὐδέτερον.) Βραβεῖον. ἐπινίκιος ἀμοιβὴ, η ὁ παρὰ τῶν βραβευτῶν η μᾶλλον τῶν βραβέων διδόμενος στέφανος τῷ νικῶντι. Βράβηλλα. τὰ καλούμενα δαμάσκηνα. τὰ αὐτὰ καὶ κοκκύμηλα καὶ μάδρυα. βοράβηλα τινὰ οντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· εἰσὶ γὰρ μαλακτικὰ τῆς γαστρός. Βραδύτερον, οὐ βράδιον λέγουσι, οτι μὴ ̔Ησίοδος μόνος ειρηκε βράδιον συνεσταλμένως· -βράδιον δὲ Πανελλήνεσσι φαείνει. Βραχιόλια. α παρ' ἡμῖν χλιδόνες καλοῦνται. Βραχυτελέσ. σύντομον, μικρόν. Βραχύ. ὀλίγον. Βράκανα. αγρια καὶ δύσπλυτα λάχανα. Βρέβιον. ἡ ἐπίτομος καὶ σύντομος γραφή. βρεβίω γὰρ κατὰ Λατίνους τὸ τέμνω. *γράφεται καὶ τὸ βραχὺ καὶ ὀλίγον.* καὶ βρεβίτα ἡ συντομία. Βρέτασ. ειδωλον, αγαλμα. παρὰ τὸ βροτὸς βρέτας κατὰ τροπήν. κυρίως δὲ τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου αγαλμα. Βρέχμα καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, οπερ ὁ ποιητὴς βρεχμὸν καλεῖ. λέγεται δὲ τὸ beta.408 τῆς