1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

98

κύριον, ἀλλ' ἐξ οὐρανοῦ, ὡς αὐτὸς ἡμᾶς ἠσφαλίσατο. 100 Περὶ ἀναστάσεωσ Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευτέρα τοῦ πεπτωκότος στάσις· αἱ γὰρ ψυχαὶ ἀθάνατοι οὖσαι πῶς ἀναστήσονται; Εἰ γὰρ θάνατον ὁρίζονται χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀνάστασίς ἐστι πάντως συνάφεια πάλιν ψυχῆς καὶ σώματος καὶ δευτέρα τοῦ διαλυθέντος καὶ πεσόντος ζῴου στάσις. Αὐτὸ οὖν τὸ σῶμα τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον· οὐκ ἀδυνατεῖ γὰρ ὁ ἐν ἀρχῇ ἐκ τοῦ χοὸς τῆς γῆς αὐτὸ συστησάμενος πάλιν ἀναλυθὲν καὶ ἀποστραφὲν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη κατὰ τὴν τοῦ δημιουργοῦ ἀπόφασιν, πάλιν ἀναστῆσαι αὐτό. Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, «φάγωμεν καὶ πίωμεν», τὸν ἐνήδονον καὶ ἀπολαυστικὸν βίον μετέλθωμεν. Εἰ οὐκ ἔστιν ἀνάστασις, ἐν τίνι τῶν ἀλόγων διαφέρομεν; Εἰ οὐκ ἔστιν ἀνάστασις, μακαρίσωμεν τὰ θηρία τοῦ ἀγροῦ τὸν ἄλυπον ἔχοντα βίον. Εἰ οὐκ ἔστιν ἀνάστασις, οὐδὲ θεός ἐστιν οὐδὲ πρόνοια, αὐτομάτως δὲ πάντα ἄγονταί τε καὶ φέρονται. Ἰδοὺ γὰρ ὁρῶμεν πλείστους δικαίους μὲν πενομένους καὶ ἀδικουμένους καὶ μηδεμιᾶς ἐν τῷ παρόντι βίῳ τυγχάνοντας ἀντιλήψεως, ἁμαρτωλοὺς δὲ καὶ ἀδίκους ἐν πλούτῳ καὶ πάσῃ τρυφῇ εὐθηνοῦντας. Καὶ τίς ἂν τοῦτο δικαιοκρισίας ἢ σοφῆς προνοίας ἔργον εὖ φρονῶν ὑπολάβοι; Ἔσται οὖν, ἔσται ἀνάστα σις. ∆ίκαιος γὰρ ὁ θεὸς καὶ τοῖς ὑπομένουσιν αὐτὸν μισθαποδότης γίνεται. Εἰ μὲν οὖν ἡ ψυχὴ μόνη τοῖς τῆς ἀρετῆς ἀγῶσιν ἐνήθλησε, μόνη καὶ στεφανωθήσεται. Καὶ εἰ μόνη ταῖς ἡδοναῖς ἐνεκυλίσθη, μόνη δικαίως ἂν ἐκολάζετο· ἀλλ' ἐπεὶ μήτε τὴν ὕπαρξιν κεχωρισμένην ἔσχον μήτε τὴν ἀρετὴν μήτε τὴν κακίαν ἡ ψυχὴ μετῆλθε δίχα τοῦ σώματος, δικαίως ἄμφω ἅμα καὶ τῶν ἀμοιβῶν τεύξονται. Μαρτυρεῖ δὲ καὶ ἡ θεία γραφή, ὅτι ἔσται σωμάτων ἀνάστασις. Φησὶ γοῦν ὁ θεὸς πρὸς Νῶε μετὰ τὸν κατακλυσμόν· «Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς παντὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Πῶς ἐκζητήσει τὸ αἷμα τοῦ ἀνθρώπου ἐκ χειρὸς πάντων τῶν θηρίων, ἢ ὅτι ἀναστήσει τὰ σώματα τῶν ἀνθρώπων τῶν ἀποθνῃσκόντων; Οὐ γὰρ ἀντὶ τοῦ ἀνθρώπου ἀποθανεῖται τὰ θηρία. -καὶ πάλιν τῷ Μωσεῖ· «Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν θεὸς»τῶν ἀποθανόντων καὶ οὐκέτι ἐσομένων, ἀλλὰ ζώντων, ὧν αἱ ψυχαὶ μὲν ἐν χειρὶ αὐτοῦ ζῶσι, τὰ δὲ σώματα πάλιν διὰ τῆς ἀναστάσεως ζήσεται. Καὶ ὁ θεοπάτωρ ∆αυίδ φησι πρὸς τὸν θεόν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν». Ἰδοὺ περὶ τῶν σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». -καὶ Ἡσαΐας δέ· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις». ∆ῆλον δέ, ὡς οὐχ αἱ ψυχαὶ ἐν τοῖς μνημείοις τίθενται, ἀλλὰ τὰ σώματα. Καὶ ὁ μακάριος δὲ Ἰεζεκιήλ· «Καὶ ἐγένετο», φησίν, «ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ καὶ περιετάθη αὐτοῖς δέρματα ἐπάνωθεν». Εἶτα διδάσκει, πῶς κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα. Καὶ ὁ θεῖος ∆ανιήλ· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις, οἵα οὐ γέγονεν, ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην