98
δεδημιούργηται, ἀλλ' ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι, καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν, οὐκ εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός. Τί οὖν φαμεν; ὅτι τὸ κακὸν, ἐστὶν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, καὶ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐδὲν εἰκῆ τῶν παρὰ Θεοῦ γενομένων. 95.1353 Οὐχὶ φύσις αὐτὴ τῶν κινήσεων καθ' ἑαυτὴν πονηρὰ, ἀλλ' ἡ τῶν φυσικῶν κινημάτων παρατροπὴ τῆς ψυχῆς τὰς ὁρμὰς ὡς πάθη διέβαλεν. Ὁ γὰρ δημιουργὸς τὴν λύραν καλὴν καὶ εὔφθογγον ἡρμώσατο, οἱ δὲ κρούοντες διαφόρως ἅπτονται τῶν χορδῶν· καὶ ἀπὸ τῆς αὐτῆς κιθάρας, ὁ μὲν ὕμνον, ὁ δὲ ἀπηχεῖ βλασφημίαν, οὐχ ὡς τῆς τῶν χορδῶν φύσεως τὸ διεστραμμένον ἐχούσης, ἀλλ' ὡς τῆς τῶν ψηλαφώντων ἀμαθίας παραφθειρούσης τὸ ὄργανον. Ταῖς τῶν κακῶν ἐπισποραῖς αἰτία τῶν ἀνθρώπων ἡ ῥᾳθυμία. Ἐν τῷ γὰρ καθεύδειν, φησὶ, τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου. Πάντα ὅσα πεποίηκεν ὁ Θεὸς, καλὰ πεποίηκεν, ἐπιστήμων αὐτὸς ὢν πάντων. Οὔτε γὰρ ὁ δίκαιος ποιήσειέν τι ἄδικον, οὔτε ὁ ἀγαθὸς φαῦλον, ὥσπερ οὐδὲ ἐπιστήμων ἀνεπιστημόνως. ∆ίκαιος δὲ, καὶ ἀγαθὸς, καὶ ἐπιστήμων ὁ Θεός ἐστιν· οὐδὲν ἄρα ἄδικον, οὐδὲ φαῦλον ὁ Θεὸς ἐποίησεν. Ἑνὶ νεύματι βουλήσεως ἃ θέλει συνίστησιν ἐκ μὴ ὄντων, μόνος ὢν ἀΐδιος, μόνος ὢν ἄναρχος, μόνος ἀπλοῦς οὐσίᾳ καὶ βουλήσει. ΤΙΤΛ. Γʹ. -Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεὸν, καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός. «Εἶπε Κύριος πρὸς Μωσῆν· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς.» «Τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.» «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» «Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτὸν,» καὶ τὰ λοιπά. «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.» «Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.» «Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀποδὸς τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός.» «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε τῷ ὀνόματι αὐτοῦ.» «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός· ἐξομολογησάσθωσάν σοι.» «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον, ἐκ πηγῶν Ἰσραήλ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» «Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ἠδολέσχησα.» «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεάν.» 95.1356 «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου.» «∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ.» «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατρίαι τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.» «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε.» «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.» «Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. «Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.» «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ.» «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει.» «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» «Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα,» κ. τ. ε. «Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου.» «Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου.» «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε.» «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.» «Ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν. Ὅτι τὸν Ἰακὼβ,» κ.