κατέλευσαν, ὡς θεοῦ καταψευδόμενον.» Εἶτα πρόσω μικρὸν ὑποβὰς, «Ὦ δαιμόνων μὲν,» φησὶ, «τρόφιμε, δαιμόνων δὲ μαθητὰ, δαιμόνων δὲ παρεδρευτά.» Εἰ καὶ αὐτὸς ἄλλως ἐνόει, ἀλλ' οὖν γε τὴν ὁμωνυμίαν τοῦ χείρονος μὴ ἐκκλίνας ταῦτ' ἔδοξε λέγειν, ἃ καὶ οἱ Χριστιανοὶ ὀνειδίζοντες λέγουσιν. Εἰ οὖν ἐπαίνων ἐφρόντιζεν, ἔδει φυγεῖν τὴν ὁμωνυμίαν, ὥσπερ ἔφυγε καὶ ἑτέραν λέξιν, δι' ἣν λοιδορηθεὶς τῶν ἑαυτοῦ λόγων ἐξέκοψεν. Ὅπως μὲν οὖν ὁ κατὰ Χριστὸν ἄνθρωπος θεολογεῖται, καὶ ὅπως τὸ μὲν φανερὸν ἄνθρωπος ἦν, τὸ δὲ ἀφανὲς Θεὸς, ὅπως τε ἀληθῆ ἄμφω ἐστὶ, Χριστιανῶν μὲν οἱ θεῖοι λόγοι ἐπίστανται. Ἕλληνες δὲ πρὸ τοῦ πιστεῦσαι συνιέναι οὐ δύνανται· καὶ γὰρ λόγιόν ἐστι τὸ λέγον, ὅτι «ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.» ∆ιὸ οὐκ αἰσχύνονται πολλοὺς ἀνθρώπους ἀποθεώσαντες· καὶ εἴθε γε κἂν χρηστοὺς τὸν τρόπον, ἢ δικαίους, ἢ σώφρονας· ἀλλὰ ἀνάγνους, ἀδίκους, μέθῃ δεδουλωμένους, Ἡρακλέας φημὶ καὶ ∆ιονύσους καὶ Ἀσκληπιούς· καθ' ὧν συνεχῶς ἐν τοῖς αὐτοῦ λόγοις ὀμνύων Λιβάνιος οὐκ αἰσχύνεται· ὧν τοὺς ἀρρενικοὺς καὶ θηλυκοὺς ἔρωτας εἰ ἀπαριθμησαίμην, μακρὸς ἡμῖν ἔσται ὁ τῆς παρεκβάσεως λόγος. Ἀρκέσει δὲ τοῖς ταῦτα γνῶναι ἐθέλουσιν ὁ Ἀριστοτέλους «Πέπλος,» καὶ ὁ ∆ιονύσου «Στέφανος,» καὶ Ῥηγίνου ὁ «Πολυμνήμων,» καὶ τῶν ποιητῶν τὸ πλῆθος· οἳ περὶ αὐτῶν γράψαντες «γέλωτα ὄντως καὶ φλήναφον» παρὰ πᾶσι τῆς Ἑλλήνων θεολογίας δεικνύουσιν. Ὅτι δὲ ἴδιον Ἑλλήνων τὸ εὐχερῶς ἀνθρώπους ἀποθεοῦν, ἀρκέσει ὀλίγων ὑπομνησθῆναι. Ῥοδίοις μὲν γὰρ συμφορᾷ περιπεσοῦσιν ἐδόθη χρησμὸς, ὅπως ἂν τὸν Φρύγιον Ἄττιν, τὸν ἱερέα τῆς μανικῆς ἐν Φρυξὶν τελετῆς, θεραπεύωσιν· ἔχει δὲ ὁ χρησμὸς ὧδε· Ἄττιν ἱλάσκεσθε, θεὸν μέγαν ἁγνὸν Ἄδωνιν, Εὔβιον, ὀλβιόδωρον, ἐϋπλόκαμον ∆ιόνυσον. Ὁ μὲν δὴ χρησμὸς Ἄττιν, τὸν ἐκ μανίας ἐρωτικῆς ἑαυτὸν ἀποκόψαντα, τὸν Ἄδωνιν καὶ ∆ιόνυσον εἶναι φησί. Τοῦ δὲ Μακεδόνων βασιλέως Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν διαβαίνοντος, οἱἈμφικτύονες Ἀλεξάνδρῳ ἐχαρίζοντο, καὶ ἀνεῖλεν ἡ Πυθία τάδε· Ζᾶνα θεῶν ὕπατον, καὶ Ἀθηνᾶν Τριτογένειαν Τιμᾶτε, βροτέῳ τ' ἐν σώματι κρυπτὸν ἄνακτα, Ὃν Ζεὺς ἀρίσταις γοναῖς ἔσπειρεν, ἀρωγὸν Εὐνομίης θνητοῖσιν Ἀλέξανδρον βασιλῆα. Ταῦτα τὸ ἐν Πυθοῖ δαιμόνιον ἐχρημάτισεν· ὃ καὶ αὐτὸ τοὺς δυνάστας κολακεῦον ἐθεοποίει· καὶ τοῦτο μὲν ἴσως κολακείᾳ ἐποίει. Τί δ' ἂν εἴποι τις, ὡς Κλεομήδην τὸν πύκτην ἀποθεώσαντες, ἔχρησαν περὶ αὐτοῦ τάδε; Ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλιεύς· Ὃν θυσίαις τιμᾶθ', ὡς μηκέτι θνητὸν ἐόντα. ∆ιὰ μὲν οὖν τὸν χρησμὸν τόνδε ∆ιογένης ὁ Κύων καὶ Οἰνόμαος ὁ φιλόσοφος κατέγνωσαν τοῦ Πυθίου Ἀπόλλωνος. Κυζικηνοὶ δὲ τρισκαιδέκατον θεὸν Ἀδριανὸν ἀνηγόρευσαν· αὐτός τε Ἀδριανὸς Ἀντίνοον τὸν ἑαυτοῦ ἐρώμενον ἀπεθέωσε. Καὶ ταῦτα «γέλωτα καὶ φλήναφον» οὐκ ὀνομάζει Λιβάνιος· καίτοι καὶ τοὺς χρησμοὺς καὶ τὸ μονόβιβλον, ὃ Ἀδρίας εἰς τὸν Ἀλεξάνδρου βίον ἐπέγραψεν, ἐπιστάμενος, οὐκ ἐγκαλύπτεται καὶ αὐτὸν ἀποθεῶν τὸν Πορφύριον· «Ἵλεως γὰρ,» φησὶν, «ὁ Τύριος εἴη,» προκρίνοντος αὐτοῦ τὰ τοῦ βασιλέως βιβλία. Ταῦτα μὲν οὖν διὰ τὴν τοῦ σοφιστοῦ λοιδορίαν ἐν παρεκβάσει αὐτάρκως εἰρήσθω, ἰδίας τε πραγματείας δεόμενα παραλιπεῖν μοι δοκῶ· τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἐπιτεθείη ἡμῖν. 3.24 Ὡς οἱ πανταχόθεν ἐπίσκοποι προσέδραμον Ἰοβιανῷ, ἐλπίζοντες ἕκαστος αὐτῶν εἰς τὴν ἑαυτῶν πίστιν τοῦτον ἐπισπάσασθαι. Τοῦ δὲ βασιλέως Ἰοβιανοῦ ἀπὸ τῆς Περσίδος ἀναχωρήσαντος, αὖθις ἀνεκινεῖτο τὰ τῶν ἐκκλησιῶν· οἵ τε προεστῶτες τῶν ἐκκλησιῶν προτρέχειν ἐσπούδαζον, προσδοκῶντες ἕκαστος τῇ ἑαυτῶν πίστει προσθήσεσθαι τὸν βασιλέα. Ὁ δὲ ἐξ ἀρχῆς μὲν τῇ «ὁμοουσίῳ» πίστει προσέκειτο· τοῦτο δὲ πᾶσιν εἰρηκὼς προέκρινε. Καὶ ἀναρρώννυσι μὲν διὰ γραμμάτων τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον Ἀθανάσιον, ὃς εὐθὺς μετὰ τὴν τελευτὴν Ἰουλιανοῦ τῆς ἐκκλησίας τῶν Ἀλεξανδρέων ἐγκρατὴς ἐγένετο, τότε δὲ παρρησιαίτερος ἐκ τῶν γραμμάτων γενόμενος, καὶ τοῦ πανταχόθεν δέους ἀπήλλακτο. Ἀνεκάλει δὲ ὁ βασιλεὺς τοὺς ὑπὸ Κωνσταντίου μὲν ἐξορισθέντας