1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

98

ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν· καὶ πλῆ θος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσ 10.89 σης καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς." Καὶ μετὰ πλεῖστα· "Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον." Τί τούτων, ὦ ἄνδρες, ξυνεσκιασμένον ἢ σαφηνείας δεόμενον; ποῖον δὲ τῶν εἰρημένων οὐκ ἔχει βοῶσαν τῶν πραγμάτων τὴν 10.90 μαρτυρίαν; Ἀκούσατε δὴ καὶ διὰ Μαλαχίου τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰσραὴλ λέγοντος· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος· καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξα σται ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. ∆ιότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε 10.91 αὐτό." Παράθετε, ὦ φιλότης, τοὺς λόγους τοῖς πράγμασι καὶ βλέπετε καὶ τὴν Ἰουδαίων ἀντιλογίαν καὶ τὴν τῶν ἐθνῶν ὁμολο γίαν καὶ τὴν πανταχῇ γῆς καὶ θαλάττης προσφερομένην θυσίαν τῷ Θεῷ τῶν ὅλων πνευματικήν, καὶ ὑμνήσατε τὸν οὕτως ἐναργῶς ταῦτα προαγορεύσαντα. 10.92 Εἰ δὲ βούλεσθε, καὶ τοῦ ∆ανιὴλ καὶ τοῦ Ἰεζεκιὴλ καὶ τοῦ Ἰωὴλ καὶ Μιχαίου καὶ Ωσηὲ τῶν ἄλλων προφητῶν ἀνάγ νωτε τὰ θεσπίσματα. Ἅπαντες γάρ τοι τὴν τῶν ἐθνῶν προαγο ρεύουσι σωτηρίαν· καὶ μέντοι καὶ πρὸς τὸν πατριάρχην Ἁβραὰμ τὰς ξυνθήκας ποιούμενος, διὰ τοῦ σπέρματος αὐτοῦ δώσειν τοῖς ἔθνεσι τὴν εὐλογίαν ὑπέσχετο· "Εὐλογήσω γάρ σε" ἔφη "καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς 10.93 γῆς." Καὶ ταύτην αὐτῷ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις δέδωκε τὴν ὑπόσχεσιν· καὶ μέντοι καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τὴν αὐτὴν παρέσχε καὶ τῷ Ἰσαὰκ εὐλογίαν, καὶ μετ' ἐκεῖνον πάλιν τῷ Ἰακώβ. Ἐπειδὴ γὰρ ἐκ τοῦ σπέρματος ἐκείνων τὴν ἀνθρωπείαν φύσιν λαβὼν ὁ Μονογενὴς ἐνηνθρώπησεν, ἐνανθρωπήσας δὲ καὶ τὴν οἰκονομίαν τελέσας εἰς ἅπασαν τὴν οἰκουμένην τοὺς ἀπο στόλους ἐξέπεμψε καὶ προσέταξε μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πιστεύσαντα δὲ τὰ ἔθνη τῆς σωτηρίας ἀπέλαυσεν, εἰκότως ἄρα καὶ τῷ Ἁβραὰμ καὶ τοῖς ἐξ ἐκείνου τήνδε παρέσχε τὴν εὐλογίαν, καὶ αὐτοῖς δῆλα ποιῶν τὰ ἐσόμενα καὶ τὸ μέγεθος τοῦ γέρως ἐπιδεικνὺς καὶ τοὺς τῶν θείων ἐπαΐοντας λογίων τῇ τῆς σωτη ρίας ἐλπίδι ψυχαγωγῶν. 10.94 Καὶ Ἰακὼβ δὲ ὁ πατριάρχης, εὐλογῶν τὸν Ἰούδαν, τῆς τῶν ἐθνῶν ἐμνημόνευσεν εὐλογίας· "Οὐκ ἐκλείψει" γὰρ ἔφη "ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν." Καὶ ὁ Μωϋσῆς δὲ ὁ μέγας βοᾷ· "Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ." 10.95 Τὰς δὲ τοῦ θεσπεσίου ∆αυὶδ προφητείας τίς ἂν ῥᾳδίως ξυλλέ ξειεν; ἐν μὲν γὰρ τῷ δευτέρῳ ψαλμῷ τὸ τοῦ Σωτῆρος πρόσω πον ἀνειληφὼς λέγει· "Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ἐν δὲ τῷ ὀγδόῳ φησίν· "Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγα λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ 10.96 θηλαζόντων κατηρτίσω αἶνον." Ὁρῶμεν δὲ ταῦτα καθ' ἑκά στην τελούμενα. Ἐν δὲ τῷ ἐνάτῳ πάλιν πρὸς τὸν τῶν ὅλων λέγει Θεόν· "Ἀνάστηθι Κύριε· μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον Κύριε νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν." Ἐπειδὴ γὰρ εἰς ἀλογίαν ἐσχάτην ἐξέπεσε τῶν ἀνθρώπων τὸ γένος, ἀναγκαίως αὐτοῖς δοθῆναι νομοθέτην αἰτεῖ, ὥστε καὶ τὴν φύσιν ἐπιγνῶναι 10.97 καὶ τῆς θηριωδίας ἀπαλλαγῆναι. Ἐν δὲ τῷ πρώτῳ καὶ εἰκοστῷ· "Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς