98
Ἐπιστολῇ καταπέτασμα τοῦτο προσαγορεύει. "Ἔχοντες γὰρ, φησὶ, παῤῥησίαν, ἀδελφοὶ, εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος αὐ τοῦ, τουτέστι, τῆς σαρκὸς αὑτοῦ." Σμύρναν δὲ καλεῖ τὸ πάθος· νεκροῖς γὰρ αὕτη διαφερόντως προσφέρεται· στακτὴν δὲ καὶ κασσίαν, τὴν ἀπὸ τοῦ πάθους εὐωδίαν. Βάρεις ἐλεφαντίνας, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Ἀκύλαν, ναοὺς ἐλεφαντί νους, τὰς περικαλλεῖς καὶ λαμπρὰς ἐκκλησίας, ἃς ἄρχοντες καὶ βασιλεῖς πανταχοῦ γῆς καὶ θαλάσσης ἐδείμαντο. Προλέγει τοίνυν, ὅτι τὸ μὲν πάθος κατὰ τὸ σῶμα γενήσεται, εὐωδίας δὲ πᾶσαν τὴν οἰκου μένην ἐμπλήσει, ὡς τοὺς πάλαι πλανωμένους λαοὺς, ἐγεῖραι αὐτῷ εἰς κάλλος ἐξησκημένους ναοὺς, καὶ βασιλικῷ διαλάμποντας κόσμῳ. Τῶν δὲ ἐκκλησιῶν τὴν πρόῤῥησιν ποιησάμενος, αἳ παστάδων καὶ νυμφώνων ἐπέχουσι τάξιν, εἰκότως καὶ τῆς νύμφης προαγορεύει τὸν κόσμον, καὶ τὴν ὥραν, καὶ τὸ γένος, καὶ τὴν ἁρμόττουσαν αὐτῇ προσφέρει παραίνεσιν. "Παρέστη βασίλισσα ἐκ δεξιῶν σου, ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλ μένη." ∆ιὰ τούτων καὶ τοῦ κόσμου τὴν πολυτέλειαν καὶ τὴν ἄκραν αὐτῆς ὑποδείξας τιμὴν, τῷ τε βασι λίδα καλέσαι, καὶ τῷ στῆναι τοῦ τοσούτου βασιλέως ἐκ δεξιῶν, εἰσηγεῖται καὶ παραινεῖ τὰ συμ φέροντα. ιαʹ. "Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου." Ταῦτα δὲ οὐδαμῶς Ἰουδαίοις ἁρμόττει ἐπ' εὐσεβείᾳ προγόνων σεμνυνομένοις, δι' οὓς καὶ ἐπὶ πλεῖστον τῆς θείας κηδεμονίας ἀπ έλαυσαν. Ἰουδαίοις γὰρ τῇ τῶν πατέρων ἀκολουθεῖν εὐσεβείᾳ κελεύει, οὐκ ἐπιλανθάνεσθαι τῶν πατέρων παρεγγυᾷ· ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία, πατέρας ἔσχε καὶ προγόνους εἰδώλοις δεδουλευκότας. Ταύτην τοιγαροῦν συμβουλεύει μηδὲν τῶν πατρῴων ἐθῶν ἐν τῇ μνήμῃ καταλιπεῖν· καὶ θυγατέρα δὲ αὐτὴν ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν πνευματικὴν ἀναγέννησιν δεξαμένην. Ὑπισχνεῖται δὲ αὐτῇ φυλατ τούσῃ τὰς ὑποθήκας τοῦ βασιλέως τὸν ἔρωτα. ιβʹ. "Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου." Εἶτα καὶ τὴν αὐτῆς φύσιν, καὶ τὴν τοῦ βασιλέως ἀξίαν διδάσκει. "Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. [ιγʹ] Καὶ θυγάτηρ Τύρου ἐν δώροις." Οἱ 80.1196 μὲν οὖν ἄλλοι τρεῖς ἑρμηνευταὶ αὐτὴν ἐκέλευσαν ποιήσασθαι τὴν προσκύνησιν. Καὶ ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Καὶ προσκύνησον αὐτῷ. Ὁ δὲ Σύμμαχος· Αὐτὸς γὰρ Κύριός σου, καὶ προσκύνει αὐτόν. Οἱ δὲ Ἑβδομήκοντα τὴν βα σιλίδα διδάσκουσιν, ὅτι οὐκ αὐτῆς ἐστι μόνος Κύ ριος ὁ νυμφίος, ἀλλὰ καὶ τῶν ἔτι ἀντιλέγειν τολ μώντων· ὡς καὶ τῆς Τύρου τὰς θυγατέρας δῶρα προσοῖσαι, καὶ τὴν δουλείαν δηλῶσαι. ∆ιὰ τούτων δὲ πᾶσαν ᾐνίξατο τὴν ἀσέβειαν. Σύνηθες γὰρ τῇ Γραφῇ τὸ πᾶν ἀπὸ μέρους δηλοῦν. Οὕτως ἀλ λαχοῦ διὰ τοῦ Λιβάνου πᾶσαν τῆς δεισιδαιμονίας τὴν παῦλαν προαγορεύει. Ὁ γὰρ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν δὲ τοῖς ἑξῆς καὶ πλειόνων μέμνηται· "Τὸ πρόσωπόν σου λιτανεύ σουσιν οἱ πλούσιοι τοῦ λαοῦ αὐτοῦ" Πρόσωπον δὲ τῆς Ἐκκλησίας κυρίως μὲν αὐτὸς ὁ ∆εσπό της· κεφαλὴ γάρ ἐστι τοῦ σώματος· "Αὐτὸν γὰρ, φησὶν, ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκ κλησίᾳ." Ἔπειτα δὲ καὶ τὸ ἱερατικὸν τάγμα οἷόν τι πρόσωπον ὑπάρχει τῆς Ἐκκλησίας, ἅτε δὴ πλείονα πνευματικὴν περιβεβλημένον ἀξίαν. Ἔστι δὲ ἰδεῖν καὶ τήνδε τὴν προφητείαν δεξαμένην τὸ πέρας· οἱ γὰρ πλούτῳ κομῶντες, καὶ τῶν μεγίστων ἀξιω μάτων τὴν περιφάνειαν ἔχοντες, τὸ καλούμενον τῆς Ἐκκλησίας γεραίρουσι πρόσωπον. Ἐπειδὰν δὲ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλῆσθαι ἔφη τὴν βασι λίδα· εὐτέλεια δὲ περιβολαίων κοσμεῖ τοὺς τῆς ἀρετῆς ἀθλητάς· διὸ δὴ καὶ τοιούτοις κεχρημένοι διατελοῦσιν, ἑρμηνεύει τοῦ κόσμου τὴν πολυτέλειαν. ιδʹ, ιεʹ. "Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι λέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς. Περιβεβλη μένη, πεποικιλμένη." Ἔνδοθεν ἔχει, φησὶ, τῆς ἀρετῆς τὴν εὐπρέπειαν, καὶ τοῖς παντοδαποῖς τοῦ ἁγίου Πνεύματος διαλάμπει χαρίσμασιν. Ἐπειδὴ γὰρ διάφοροι τοῦ θείου Πνεύματος αἱ ἐνέργειαι· διαιρέσεις γὰρ