98
μοι τὴν εὐχήν σου· χρῄζω γάρ, ἁμαρτωλὸς τυγχάνων. εἰ δὲ σῴζοιεν μυστήριον αἱ ἀδελφαί, περὶ ἡμῶν αὐτὰς προσαγόρευσον. 95 {1Πολιτιανῷ δομεστίκῳ}1 Ὄντως ἔργῳ καὶ λόγῳ φίλος εἶ γνήσιος τῆς ταπεινώσεως ἡμῶν, ἀφ' ὧν ἔδρασας πραγμάτων ἐν τοῖς ἀδελφοῖς ἡμῶν, κύριέ μου· τί γὰρ οὐκ ἐποίησας καὶ πόσον οὐκ ἐπέδωκας ἑαυτόν, ἐλεῶν αὐτούς, συμπαθῶν, ὑπεξάγων, ὑπαλείφων, προθυμοποιούμενος, διάδηλον ποιῶν τοῦτο κἀκεῖνο, συμφέρων, συνοψίζων, ὑποκρινόμενος, μικροῦ καὶ προκινδυνεύων; ἀλλὰ μή τις τῶν ἄλλων γειτόνων; οὐδαμῶς· φίλοι γὰρ τραπεζῶν ἐκεῖνοι, οὐ φίλοι Χριστοῦ, ἐπειδὴ καὶ αἱρετίζοντες ἢ καὶ αἱρετικοῖς συνεπόμενοι φιλικῶς. σὺ δέ, ἄνθρωπε, τοῦ θεοῦ φίλος καὶ τῶν διὰ Χριστὸν διωκομένων. διὰ τοῦτο, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὸν ἐκ τῆς κοινωνίας τῶν ἀνόμων, καὶ φυλαχθείης ἔτι ὑπὸ Κυρίου σὺν τῇ καλλίστῃ σου ὁμοζύγῳ καὶ τέκνοις εὐγενεστάτοις· τῶν γὰρ εὐγενῶν σύ, Χριστὸν φιλῶν καὶ ὑπὸ Χριστοῦ καταγόμενος. Πολλά σοι χρεωστῶ, ἀλλ' ἔχεις τὸν Κύριον ὑπὲρ ἐμοῦ σοι ἀμειβόμενον τὴν ἀντιχάριτα. σωθείης πανοικί, ἄνθρωπε τοῦ θεοῦ καὶ φίλε καλέ. 96 {1Ἄννῃ μοναζούσῃ}1 Καὶ μὴ δεχόμενος ἀντίγραφα, ποθῶ ἐπιστέλλειν τῇ ἐμῇ κυρία· χρεωστῶ γάρ, εἰ καί τις ἄλλος, τὰς εὐχαριστίας σοι προσάγειν ὑπὲρ πολλῶν καὶ μεγάλων ὧν ἀπήλαυσά σου ἀγαθῶν καὶ μέντοι καὶ ἀπολαύω. εἴθε ἠδυνάμην καὶ σωματικῶς ἐν ἔργοις ταύτην ἀποδιδόναι· ἀλλ' οἶσθά με ἄπορον εἶναι, προσέτι καὶ ἁμαρτωλόν. ἐκ δυοῖν τοίνυν ἀπορῶν, πόθεν ἀμείψοιμί σοι τὸ χρέος, οὐδαμόθεν ἢ ἐκ θεοῦ, τοῦ εἰς ἑαυτὸν ἀναλαμβάνοντος τὰς εἰς τοὺς πλησίον εὐεργεσίας; Ταῦτα ἐπὶ πολλοῖς τοῖς προλαβοῦσι· τί δὲ ὅτι καὶ μετὰ τὴν θλῖψιν τῶν ἐξ ἀνοίας ὀφλησάντων σοι οὐκ ἠτόνησας ἀγαθύνεσθαι ἐν τοῖς ἀδελφοῖς; εἰσῆλθον οἱ περὶ τὸν ἀββᾶν Ὑπάτιον, καὶ προέφθασας αὐτοὺς εἰς ἔλεος· ἔξω ἐν ἑνὶ τῶν προαστείων σιτηρετούμενοί εἰσιν οἱ περὶ τὸν ἀββᾶν Θεόκτιστον· ἐῶ λέγειν τὰ ἐμά, καὶ μέντοι καὶ τὰ τοῦ ἀδελφοῦ Σιλουανοῦ, εἴ τινος ἄλλου τῶν ἐπιτυχόντων σου τῆς δεξιᾶς. Ἔστω σου οὖν ἡ μερὶς μετὰ ἁγίων, εἰ δὲ καὶ μεθ' ἡμῶν, ἐὰν οὐ φεύγῃς, γενηθείη σοι· εἰ γὰρ ἐν τοῖς σαρκικοῖς λειτουργεῖς ἡμῖν, οὐκ ἀπεικότως καὶ ἐν τοῖς πνευματικοῖς κοινωνῆσαί σε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν. ἐπεὶ δὲ ταῦτα οὕτως, μεριμνῶ καὶ περὶ τῆς κατὰ ψυχὴν διαφυλάξεώς σου διὰ τὴν αἵρεσιν μάλιστα. ἀλλά σε ὁ θεὸς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα διαφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον. 97 {1Ζαχαρίᾳ ὑπάτῳ}1 Καὶ πάλιν γράψαι τῇ θεοφιλεῖ εὐκλείᾳ σου, κύριέ μου, ὀφειλέτης εἰμὶ ὁ ταπεινός. διατί; εὐεργέτης ἡμῶν καθίστασαι ἀεί, φίλος κραταιός, φίλος πιστός. τί δὲ φίλου πιστοῦ ἰδίωμα; τὸ τὴν ψυχὴν ὑπὲρ τοῦ ἀγαπωμένου τιθέναι τὸν φιλοῦντα. ἴδε σαυτὸν οὖν καὶ κατανόησον, εἰ μὴ ἐν τῷ μέτρῳ τούτῳ ἐγένου πρὸς τὴν ἡμετέραν ταπείνωσιν, πρὸς τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, πρὸς τὴν τῶν παρατυγχανόντων σοι ἀδελφῶν ἡμῶν ὠφέλειαν· ὧν ἕκαστον ἀναθεωροῦντές σου τῶν εὐεργεσιῶν καὶ φιλοῦμεν καὶ εὐλογοῦμέν σε, εὐχόμεθα καὶ ὑπερευχόμεθα, τῶν ἀμοιβῶν ἀποδότην Χριστόν σοι παριστῶντες, τὸν ἐπαγγειλάμενον καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι, μὴ ὅτι γε ὑπὲρ τηλικούτων. Φυλαχθείης οὖν ἡμῖν ἐπὶ πολὺ ὑγιαίνων, εὐθηνούμενος, εὔθυμος, καὶ μέντοι γε καὶ ὀρθοφρονῶν περὶ τὴν ἀμώμητον πίστιν. 98 {1Λέοντι φίλῳ}1 Οὐκ ἐπιλέλησμαί σου, ὦ φίλε καλέ, τῆς ἀγάπης ἐγὼ ὁ ταπεινός, ὅτι ἐν καιρῷ παντὶ τὰ τῆς φιλίας ἐπιδέδειξαι πρὸς ἡμᾶς, μὴ εὐλαβηθεὶς μηδ' αὐτὴν τὴν ὥραν τοῦ πειρασμοῦ ἡμῶν· οἶδα γάρ σε, οἶδα, πῶς, ὅτε πάντες οἱ φίλοι καὶ οἱ πλησίον ἡμῶν ὑπεξέστησαν, φόβῳ θεοῦ αὐτὸς καὶ πόθῳ νύκτωρ παρὼν παρῆς δωροφορῶν, συντασσόμενος, ποτνιώμενος, συλλυπούμενος, ἐπερωτῶν τὰ τῆς τιμίας σου ψυχῆς φυλακτήρια, προθυμούμενος. ∆ιὰ ταῦτα μικρὰν συλλαβὴν χαράττω, ἀπευχαριστῶν πάνυ καὶ ὑπὲρ τῆς ξενοδοχίας τῶν εἰσερχομένων ἀδελφῶν ἐν τοῖς αὐτόθι διὰ διακονίας ἄρτι, ὅτε φόβητρα πάντοθεν. ἀλλ' ὁ θεός σε