98
ἐχρῶντο. Σολόμων δὲ ἀκούσας ταῦτα, εἰς θόρυβον πολὺν ἐμπεσὼν πιθανολο203 γίαις πείθειν τὸν στρατὸν ἐπειρᾶτο παύσασθαι τῆς στάσεως. συλλεγέντες δὲ τόν τε Σολόμωνα καὶ τοὺς ἄρχοντας ἀναιδῶς ὕβριζον. Θεόδωρον δὲ τὸν Καππάδοκα εἰς τὸ παλάτιον ἐλθόντες στρατηγὸν τοῦτον ἐψηφίσαντο καὶ σιδηροφοροῦντες ἅπαντα τὸν προστυγχάνοντα ἔκτεννον, εἴτε Λίβυν, εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον, τά τε χρήματα ἐληΐσαντο καὶ εἰς τὰς οἰκίας εἰσερχόμενοι ἅπαντα τὰ τίμια ἥρπαζον. Σολόμων δὲ εἰς τὸ ἱερὸν τοῦ παλατίου προσφυγὼν ἔλαθεν. νυκτὸς δὲ ἐπιγενομένης ἐξελθὼν τοῦ παλατίου σὺν τῷ Προκοπίῳ τῷ συγγραφεῖ καὶ Μαρτίνῳ, καὶ εἰς ναῦν εἰσελθὼν πρὸς Βελισάριον ἐν Συρακούσῃ τῆς Σικελίας ἀφίκετο, γράψας Θεοδώρῳ φροντίζειν τῆς Καρχηδόνος καὶ τῶν βασιλικῶν πραγμάτων. οἱ δὲ στρατιῶται συλλεγέντες εἰς τὸ Βουλῆς πεδίον Στότζαν, τὸν Μαρτίνου δορυφόρον, τύραννον εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ' ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης κρατήσωσιν. Στότζας δὲ ἐλθὼν πλησίον Καρχηδόνος ἔπεμψε κελεύων τάχιστα παραδοῦναι αὐτῷ Θεόδωρον τὴν πόλιν, ὅπως κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ Καρχηδόνιοι καὶ Θεόδωρος τῷ βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν. Στότζας δὲ ταῦτα ἀκούσας εἰς πολιορκίαν τῆς πόλεως καθίστατο. Βελισάριος δὲ ἀπολεξάμενος ἄνδρας ρʹ τῶν αὐτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν, * οὓς ὁ Σολόμων ἐπαγόμενος μιᾷ νηῒ εἰς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς. ἐπεὶ δὲ ἡμέρα ἐγεγόνει, μαθὼν ὁ τύραννος καὶ οἱ στρατιῶται τὸν Βελισάριον ἥκειν αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ εἰς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο καὶ τούτους κατέλαβεν εἰς Μέμβρεσαν τὴν πόλιν. ἰδὼν δὲ αὐτοὺς τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιϊόντας κατ' αὐτῶν ὁμοίως ἐχώρει. οἱ δὲ εἰς φυγὴν ὥρμηντο εἰς Νουμιδίαν τε 204 ἀφικόμενοι συνελέγοντο. ὀλίγοι δὲ ἐν τῷ πολέμῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Οὐανδῆλοι ἦσαν. ἐφείδετο δὲ τῶν Ῥωμαίων Βελισάριος. ληϊσάμενος δὲ τὸ στρατόπεδον αὐτῶν εὗρέ τε χρήματα πολλὰ καὶ γυναῖκας, δι' ἃς καὶ ὁ πόλεμος κατέστη. ταῦτα Βελισάριος διαπραξάμενος εἰς Καρχηδόνα ἀπήλαυνεν. ἐλθὼν δέ τις ἐκ Σικελίας ἀπήγγειλεν, ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, εἰ μὴ αὐτὸς διὰ τάχους καταλάβοι· διαθέμενος δὲ τὰ ἐν Λιβύῃ, ὡς ἠδύνατο, Ἰλδίγερι τε καὶ Θεοδώρῳ παραδοὺς Καρχηδόνα εἰς Σικελίαν ᾔει. ταῦτα ἀκούσας Ἰουστινιανὸς Γερμανόν, τὸν ἀνεψιὸν αὐτοῦ, ἄνδρα πατρίκιον, εἰς Λιβύην σὺν ὀλίγοις τισὶν ἔπεμψε σὺν ∆ομνίκῳ καὶ Συμμάχῳ, ἀνδράσι σοφοῖς. γενόμενος δὲ ἐν Καρχηδόνι τούς τε στρατιώτας ὁ Γερμανὸς ἠρίθμει, καὶ τῶν γραμματέων τὰ βιβλία, ἐν οἷς τῶν στρατιωτῶν τὰ ὀνόματα ἐνεγέγραπτο, ἀναλεξάμενος εὗρε τὸ μὲν τρίτον μέρος τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὲρ τοῦ βασιλέως εἶναι, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ συντεταγμένους. διὰ τοῦτο πρὸς μάχην μὲν οὐχ ὑπεξέβη, τοῦ δὲ στρατοῦ ἐπεμελεῖτο. ἐπεφθέγγετο δὲ παρὰ τοῦ βασιλέως σταλῆναι, ὅπως τοῖς ἠδικημένοις στρατιώταις ἐπαμύνῃ, κολάσῃ δὲ τοὺς ἀδικίαν εἰς αὐτοὺς ἄρξαντας. τούτων οἱ στρατιῶται ἀκούσαντες τῶν λόγων κατ' ὀλίγον αὐτῷ προσεχώρουν. ὁ δὲ Γερμανὸς αὐτοὺς σὺν πολλῇ φιλοφροσύνῃ ἐδέχετο, καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε καὶ τὰς ῥόγας αὐτῶν παρεῖχεν. ἐπεὶ δὲ ὁ τούτων λόγος περιφερόμενος εἰς πάντας ἦλθεν, ἀποταξάμενοι τὸν τύραννον εἰς Καρχηδόνα ἦλθον. ὁ δὲ Στότζας τοῦ κακοῦ ἤδη αἰσθόμενος, τοὺς ἀπομείναντας ἐπιρρώσας ἐπὶ Καρχηδόνα ἤλαυνεν. ὁ δὲ Γερμανὸς ἐξοπλίσας τὸ στράτευμα κατ' αὐτοῦ ἐχώρει. ὁ δὲ σὺν αὐτῷ στρατὸς προθυμίαν πολλὴν ἐπιδειξάμενος εὐνοεῖν τῷ βασιλεῖ τὸν στρατηγὸν ἔπειθον. τούτους ἑωρακότες οἱ μετὰ Στότζα καὶ δειλίᾳ κατασχεθέντες ἀνεχώρησαν ἐπὶ Νουμιδίαν. ὁ δὲ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἦλθεν, καὶ τούτους καταλαβὼν εὗρεν, ὅτι συνέμιξαν αὐτοῖς Μαυρουσίων βαρβάρων