1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

99

ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαζόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καὶ ταύτῃ δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ ἐν ἀποκεκριμένῳ τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἱκετείᾳ προσήκοντι ὑπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ' ἀνδρῶν συνουσίας περὶ πλείστου ποι ούμεναι καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι· οἱ δὲ καὶ ἐς ταύτας ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίας ξυγκαλινδούμενοι. 3 ἄλλαι δὲ πολλαὶ τῶν ἄρρεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι οὕτω παρασχὸν ἐν τῷ τότε εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἔτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι οὔτε περιστεῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέφη. 4 ἀλλ' αἱ μὲν καὶ ὣς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἷόν τε φάναι, ξυγκεχω ρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ' ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὥσπερ τοῦδε ἕνεκα μόνου ἐς φῶς προαχθέντα καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. 5 ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγ ματα ἠληλάκει, ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦτα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλίγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ' ὁδῷ ἰόντες εἴσω τῶν μακρῶν ὀνομαζο μένων τειχῶν ῥᾳδίως παρῆλθον καὶ τοῖς ἔνδον φρουρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ 180 τοῦ μεγίστου ἐρύματος οἰκοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλή κασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκεῖα καταστρεφόμενοι. 6 καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρῦ σθαι μήτε ἀμυντήρια μηχανήματα καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. 7 τὰ γὰρ τῶν Ῥωμαίων στρατεύ ματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοῖραν περιελθόντα, οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαράκοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγείρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε ἐς πεντήκοντα καὶ ἑκατὸν περιειστήκει. 8 καὶ τούτων αἱ μὲν ἐν Ἰταλίᾳ ἐτετάχατο, αἱ δὲ κατὰ τὴν Λιβύην, ἕτεραι δὲ ἐν Ἱσπανίᾳ, καὶ ἄλλαι περὶ τοὺς Κόλχους καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αἰγυπτίαν. ἐκάθηντο δὲ ὀλίγοι καὶ πρὸς τὰ ἑῷα τῶν Περσῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονδὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέ σταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούντων ὀλιγωρίᾳ. 14. Ὁ γὰρ βασιλεὺς ἐπειδὴ πρότερον Ἰταλίαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε καὶ πρῶτος ὡς εἰπεῖν ἐν τοῖς κατὰ τὸ Βυζάντιον βεβασιλευκόσι Ῥωμαίων αὐτοκράτωρ ὀνόματί τε καὶ πράγματι ἀπεδέδεικτο, ἐπειδὴ οὖν αὐτῷ ταῦτά τε καὶ ἄλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφὶ τὴν ἐσχάτην τοῦ βίου πορείαν (ἤδη γὰρ καὶ ἐγεγηράκει) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἤρεσκε ξυγκρούειν ἐν σφίσι τοὺς πολεμίους δώροις τε αὐτούς, εἴ που δεήσοι, καταθωπεύειν καὶ ταύτῃ ἀμωσγέπως ἀποκρούεσθαι ἢ ἐφ' ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινδυνεύειν. 2 τοιγάρτοι καὶ περιεώρα τὰς τάξεις δια φθειρομένας, ὡς δὴ τὸ λοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπιλαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκήπτρων διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὑπήκοον καὶ εἶτα διανέμειν τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὲ τὰ μὲν περι 181 φανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδο σαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήματος εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ