99
ἀπὸ ἑσπέρας ἕως ἀλεκτοροφωνίας ἀγρυπνοῦντες καὶ ἐπὶ τὸ αὐτὸ ἐν τῇ ἐκκλησίᾳ συναθροιζόμενοι γρηγορεῖτε, προσευ χόμενοι καὶ δεόμενοι τοῦ Θεοῦ ἐν τῇ διανυκτερεύσει ὑμῶν, ἀναγινώσκοντες τὸν Νόμον, τοὺς Προφήτας, τοὺς Ψαλμοὺς μέχρις ἀλεκτρυόνων κραυγῆς· καὶ βαπτίσαντες ὑμῶν τοὺς κατηχουμένους καὶ ἀναγνόντες τὸ Eὐαγγέλιον ἐν φόβῳ καὶ ἐν τρόμῳ καὶ προσλαλήσαντες τῷ λαῷ τὰ πρὸς σωτηρίαν, παύσασθε τοῦ πένθους ὑμῶν καὶ δεήθητε τοῦ Θεοῦ ἐπιστρα φῆναι τὸν Ἰσραὴλ καὶ λαβεῖν αὐτὸν τόπον μετανοίας καὶ τῆς ἀσεβείας ἄφεσιν· Ὅτι ὁ μὲν ἀλλόφυλος κριτὴς νιψά μενος τὰς χεῖρας εἶπεν· «Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, ὑμεῖς ὄψεσθε», ὁ δὲ Ἰσραὴλ ἐπεβόησεν· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Καὶ Πιλάτου εἰπόντος· «Τὸν βασιλέα ὑμῶν σταυρώσω;» αὐτοὶ ἐπεβόων· «Oὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα· σταύρωσον, σταύρωσον αὐτόν· πᾶς γὰρ ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ καίσαρι, καὶ ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος.» Καὶ Πιλᾶτος ὁ ἡγεμὼν καὶ Ἡρώδης ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν σταυρωθῆναι, καὶ πληροῦται τὸ φάσκον λόγιον· «Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπέρριψαν τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.» Καὶ αὐτοῦ σταυρωθέντος τῇ παρασκευῇ καὶ ἀναστάντος ἐπιφωσκούσης κυριακῆς, ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· «Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονο μήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Καὶ πάλιν· «Νῦν ἀναστή σομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ καὶ παρρησιάσομαι ἐν αὐτῷ.» Καί· «Σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.» ∆ιὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἀναστάντος τοῦ Κυρίου, προσενέγκατε τὴν θυσίαν ὑμῶν, περὶ ἧς ὑμῖν διετάξατο δι' ἡμῶν λέγων· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καὶ λοιπὸν ἀπονηστεύετε, εὐφραι νόμενοι καὶ ἑορτάζοντες, ὅτι ἀρραβὼν τῆς ἀναστάσεως ὑμῶν Ἰησοῦς ὁ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, καὶ τοῦτο ὑμῖν ἔστω νόμιμον αἰώνιον ἕως τῆς συντελείας τοῦ αἰῶνος, μέχρις ἂν ἔλθῃ ὁ Κύριος. Ἰουδαίοις γὰρ ὁ Κύριος ἔτι τέθνηκεν, Χριστιανοῖς δὲ ἐγήγερται, τοῖς μὲν δι' ἀπιστίαν, τοῖς δὲ διὰ πληροφορίαν, ὅτι ἡ εἰς αὐτὸν ἐλπὶς ἀθάνατος ζωὴ καὶ αἰώνιος. Μετὰ δὲ ὀκτὼ ἡμέρας ἔστω ὑμῖν πάλιν ἑορτὴ τιμία αὐτὴ ἡ ὀγδόη, ἐν ᾗ δυσπιστοῦντα ἐμὲ Θωμᾶν ἐπὶ τῇ ἀναστάσει