Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
συνταράσσεις με· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ Θεός μου." Τούτων δὲ τὴν ἑρμηνείαν φθάσαντες εἰρήκαμεν.
ΨΑΛΜΟΣ ΜΒʹ.
Ψαλμὸς τῷ ∆αβίδ. (A f. 232 b, B f. 157, I f. 219, L f. 115 b) Κύριλ λος ὁ θεῖός
φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη πρόσωπον, οἷα δὴ τὴν κλῆσιν ἑαυτοῦ τὴν ἐν ἐσχάτοις καιροῖς εἰδὸς, καὶ δε διψηκὸς δὲ οὕτω τὸ προσοικειοῦσθαι λοιπὸν διὰ πί στεως τῷ Θεῷ· ἐν δέ γε τῷ προκειμένῳ ψαλμῷ τὸ τῆς τῶν ἐθνῶν πληθύος εἰσκομίζεται πρόσωπον, σω θῆναι παρακαλούντων διὰ πίστεως τῆς εἰς Χριστόν. Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ' ἧς δι ολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δο λίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας. Φησὶ γάρ· Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ.τ.λ. (A f. 232 b) Σὺ, φησὶν, αὐτὸς γενοῦ μοι κριτὴς, 69.1013 Κύριε, ὁ μὴ ἐξ ἀκροάσεως δικάζων, ἀλλ' ἐξ ἐπιστή μης τὸ δίκαιον ἐπιφέρων, καὶ τῆς τοῦ Σατανᾶ πλεον εξίας καὶ τῶν ἀλλοτρίων [νυμ ἄλλων?] δαιμόνων ἀπάλλαξον. Ἄνθρωπον γὰρ τὸν διάβολον καὶ Ἡσαΐας ὀνομάζει λέγων· Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν εἶπον βοηθῆσαι αὐτοῖς. Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, κ.τ.λ. (A f. 232, I f. 219 b, L f. 115 b) Καὶ οἱ ἐκ περι τομῆς μεταγινώσκοντες, κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ' ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ὅτ' ἂν δὲ οἱ μὴ πιστεύ σαντες Θεῷ λέγωσιν, ὅτι Σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, φαμὲν ὅτι Θεός ἐστιν τῶν ὄλων δημιουργὸς, καὶ πάντα πρὸς τὸ εὖ εἶναι συνέχων· αὐτὸς κρα ταίωμα τῶν ὅλων, κατά γε τὴν ἐν ἀρχῇ τῇ κοινῇ φύσει δοθεῖσαν χάριν. Εἰ δὲ προσκεκρούκασίν τινες, ὄλισθον ὑπομείναντες προαιρετικὸν, καὶ μακρὰν γε γόνασι Θεοῦ, διά τε τῆς ἁμαρτίας, καὶ προσέτι τοῦ λατρεῦσαι παρ' αὐτὸν τῇ κτίσει .. οὐδὲν [κωλύει] κραταίωμα καὶ αὐτὸν εἶναι λέγειν τὸν Θεόν. Ἀλλ' ἐξώσθησαν διὰ τὴν μεταξὺ χωρήσασαν ἁμαρτίαν, καταθλίβοντος καὶ ἐγκειμένου τοῦ Σατανᾶ, καὶ σκυθρωπάζειν παρασκευάζοντος διὰ προσδοκίαν. Πῶς γὰρ ἦν ἔχειν δύνασθαι τὸ χρῆναι δὴ χαίρειν τοῖς ὅσον οὐδέπω κολασθησομένοις διὰ τὴν ἁμαρτίαν; Ἵνα τί ἀπώσω με, κ.τ.λ. (A f. 232. b) Οἱ τῆς ἐν Χριστῷ ἐπιθυμοῦντες κλή σεως, ἐπιταχύνουσι ταύτην, καὶ τὴν τοῦ Θεοῦ ἀπο στροφὴν λυθῆναι παρακαλοῦσιν, ἵνα μὴ ἐπὶ πλέον ἐκθλίβῃ αὐτοὺς ὁ Σατανᾶς. Καὶ οἱ δορυάλωτοι εἰδότες ὡς παρὰ Θεοῦ ἦν αὐτοῖς τὸ κρατεῖν, εἰκότως ἀπ ωσμὸν Θεοῦ τὸ κρατεῖσθαι ὀνομάζουσι. Τὸ δὲ, ἵνα τί; οὐχ ὡς ἐγκαλοῦντες ἢ ἀποδυσπετοῦντες λέγουσιν, ἀλλ' ὡς τῆς κακοπαθείας πέρας ἔχειν ὀφειλούσης διὰ τὸν ἔλεον. Ἵνα τί γὰρ, φασὶ, Κύριε, τὸ σὸν οὐκ ἐπιτε λεῖται, ὅπερ ἐστὶν ὁ ἔλεος, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεον έξει; Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. (A f. 233, E f. 80, I f. 219 b) Ἐναργῶς γὰρ ἐν τούτοις τὸν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατασημαίνουσι φωτισμόν. Τοῦτο γὰρ καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἡσαΐου καθυπισχνεῖται λέγων· "Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν." Καὶ πρὸς αὐτὸν λέγεται τὸν Υἱόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην, γενοῦ εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν." Ἱκετεύουσι δὴ τὸν ἐν τοῖς οὐ ρανοῖς Θεὸν καὶ Πατέρα, τὸ ἴδιον αὐτοῖς ἀποστεῖλαι φῶς, τουτέστι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ θεοπρεπῶς ἀπαστράψαντα Λόγον, ὃν δὴ καὶ ἀλήθειαν ὀνομάζουσιν, ἀντιδιαστέλλοντες τοῖς ψευδωνύμοις θεοῖς. Καὶ γὰρ ἦν ἀκόλουθον, ἀποπηδῶντας αὐτοὺς τῆς ἀρχαίας ἀπάτης, καὶ πρὸς τὸ φῶς τρέχοντας τὸ