99
δὲ τῇ προλεχθείσῃ πραγματείᾳ τῆς Ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε· 5.7.5 «Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται καὶ τί [καὶ] τίνι αὐτῶν, δεδηλώκασιν, ὥσπερ ὁ ∆ιδυμαῖος διὰ τούτων ἦν δ' ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπάγοντι τὸν ὅρκον· μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος· Παλλάδι δ' εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς· καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας θῆρας ὀρειονόμους ἐλάαν Λητωΐδι κούρῃ· Ἥρῃ δ' εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς· λήϊα δ' εὐαλδῆ κομέειν σταχυητρόφα ∆ηοῖ· Ἴσιδι δ' αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου, μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν.» 5.7.6 Εἰ δὴ οὖν «αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος» μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν σωφροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ προειρημένῃ· ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ πόλεμοι, ἀλλ' οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα. καὶ τῇ Λητωΐδι δὲ κούρῃ, τῇ Ἀρτέμιδι, μελέσθων αἱ βαλίαι σκύλακες διὰ τὸ κατ' ἀγροὺς κυνηγὸν οὖσαν τοῖς θηρσὶν πολεμεῖν, ὡς καὶ ταῖς ἄλλαις τὰ κατειλεγμένα. τί οὖν δὴ ταῦτα πρὸς τὸν θεοφιλῆ καὶ μακάριον συντείνοι ἂν βίον; ἐπίσκεψαι δὲ πότερά σοι θείας εἶναι δοκεῖ φύσεως ἢ φαύλης καὶ μοχθηροτάτης τὰ ἑξῆς ἐπιλεγόμενα· 5.8.1 ηʹ.
ΟΤΙ ΜΑΓΓΑΝΕΙΑΙΣ ΚΑΘΕΛΚΕΣΘΑΙ ΤΟΥΣ ΘΕΟΥΣ ΚΑΙ ΠΑΡΑ ΓΝΩΜΗΝ ΑΝΑΓΚΑΖΕΣΘΑΙ ΤΑΙΣ ΑΝΘΡΩΠΙΝΑΙΣ ΒΟΥΛΑΙΣ ΥΠΗΡΕΤΕΙΣΘΑΙ
ΟΜΟΛΟΓΟΥΣΙ Λέγει δ' οὖν ὁ αὐτός· «Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ ἥδονται οἱ κλῃζόμενοι ἐπὶ ταῖς παρουσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκολουθίας συρόμενοι 5.8.2 παραγίνονται, καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. τινὲς δὲ καὶ ἔθος ὥσπερ ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ κἂν ἔθος ἔχωσιν τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι 5.8.3 ἐν τοῖς πράγμασιν. τοῦ γὰρ Πυθαγόρου ταῦτ' εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές ἐστιν τὸ εἰρημένον. πάντες γὰρ δι' ἀνάγκην φασὶν 5.8.4 ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ' οἷον, εἰ χρὴ οὕτω φάναι, πειθανάγκην. εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι' ὧν φησιν ἐπιφαίνειν· ἠέριον μετὰ φέγγος ἀπείριτον ἀστεροπληθὲς ἄχραντον πολὺ δῶμα θεοῦ λίπον ἠδ' ἐπιβαίνω γαίης ζῳοτρόφοιο τεῇς ὑποθημοσύνῃσι πειθοῖ τ' ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν ἀθανάτων ἐδάη θνητὸς βροτός. 5.8.5 καὶ πάλιν· ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν. 5.8.6 καὶ ἔτι σαφέστερον· τίπτε μ' ἀεὶ θείοντος ἀπ' αἰθέρος ὧδε χατίζων θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; καὶ ἑξῆς· τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ' αἴθρης ῥηϊδίως ἀέκοντας ἐπὶ χθόνα δῖαν ἄγεσθαι, τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους, εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων. 5.8.7 καὶ πάλιν· ἀλλ' οἱ μὲν καθύπερθε μετήοροι οὐρανίωνες σπερχόμενοι κούφαισι μεθ' Ἁρπυίαισι φέρονται· ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις εἰς χθόν' ἐπειγομένως ∆ηώϊον ἀΐσσουσιν, θνητοῖς ἐσσομένων ὑποφήτορες. καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ.» 5.8.8 Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν· «Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. λέγεται δὲ οὕτως· 5.8.9 οὔνομ' ἀναγκαίης τόδε καρτερὸν ἠδ' ἔτι βριθύ. καὶ ἐπήγαγεν· 5.8.10 μόλε δ' ἐσσυμένως τοισίδε μύθοις, οὓς ἀπ' ἐμεῖο κραδίης ἀνάγω, ἱεροῖσι τύποισ[ι]