99
ἔτη λδʹ. Βααλβάζερος υἱὸς ἔτη ιζʹ. Ἀβδάσταρτος υἱὸς ἐβασί λευσεν ἔτη θʹ. τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ τρεῖς παῖδες ἀνεῖλον· καὶ ἐβα σίλευσεν ὁ πρεσβύτερος αὐτῶν· μεθ' ὃν Ἄσταρτος Ἐλεαστάρτου ιβʹ. μεθ' ὃν Ἀσθάρυμος ἀδελφὸς αὐτοῦ ἔτη θʹ. ὃν ἀδελφὸς Φέλλης ἀνελὼν μῆ νας ηʹ ἐβασίλευσε. τοῦτον Εἰθόβαλος ὁ τῆς Ἀστάρτης βασιλεὺς κτείνας ἐβασίλευσεν ἔτη λβʹ. μεθ' ὃν Βαλέζερος υἱὸς ἔτη ηʹ. τούτου Μέτηνος υἱὸς ἔτη κεʹ. μεθ' ὃν Μυγδαλίων Φυσμανοῦν ἔτη μζʹ. τούτου ἔτει ζʹ ἡ ἀδελφὴ αὐτοῦ Καρθάγενα φυγοῦσα ἐν Λιβύῃ πόλιν ἔκτισε Καρθάγεναν τὴν καὶ Καρχηδόνα. ἔτει ιβʹ τῆς Σιρώμου βασιλείας ὁ ἐν Ἱεροσολύμοις ναὸς ᾠκοδομήθη. γίνονται ἔτη ἀπὸ τούτου ἕως Καρχηδόνος οἰκοδομῆς ρμγʹ, μῆνες ηʹ. Σολομὼν ἐλάτρευσε τῇ Ἀστάρτῃ, καταλείψας τὸν θεὸν καὶ τῷ Χαμὼς βδελύγματι Μωαβιτῶν καὶ τῷ Μολὼχ Ἀμανιτῶν, γυναιξὶν ἐθνικαῖς ἀπα τηθείς. εἶχε γὰρ ἑπτακοσίας γαμετὰς Ἰσραηλίτιδάς τε καὶ ἐθνικάς, τρι ακοσίας δὲ παλλακάς. πάσας δὲ τὰς ἐθνικὰς παρὰ τὴν θείαν ἐντολὴν ἠγά γετο. ἕνα δὲ μόνον ἔσχεν ἄρσενα, καὶ τοῦτον ἐξ ἀλλοφύλου Ναάμας τῆς Ἀμανίτιδος ἀνάξιον τῆς ἀρχῆς. Ἀχίας ὁ Σιλωνίτης προεφήτευσε τῷ Ἱεροβωὰμ ὅτι βασιλεύσει τῶν ιʹ φυλῶν, ὅπερ ἀκούσας Σολομὼν ἐζήτει ἀνελεῖν τὸν Ἱεροβωάμ. ὁ δὲ προσ φυγὼν τῷ Σουσακεὶμ βασιλεῖ Αἰγύπτου γαμβρὸς αὐτοῦ γίνεται ἐπὶ θυ γατρί, καὶ μετὰ θάνατον Σολομῶντος κρατεῖ τῶν αὐτῶν ιʹ φυλῶν. Τῷ δφζʹ ἔτει τοῦ κόσμου Σολομὼν ἐτελεύτησε, καὶ ἐσχίσθη ἡ βασιλεία τῶν υἱῶν Ἰσραὴλ εἰς δύο κατὰ τὴν θείαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν κατὰ Σολομῶντος καὶ τοῦ υἱοῦ αὐτοῦ πρὸς Ἱεροβωὰμ δι' Ἀχία τοῦ Σιλωνίτου.καὶ ἐβασίλευσε Ῥοβωὰμ υἱὸς αὐτοῦ ἐν Ἱερουσαλὴμ τῶν δύο φυλῶν, τοῦ τε Ἰούδα καὶ τοῦ Βενιαμίν· αἱ δὲ ἄλλαι ιʹ φυλαὶ τοῦ Ἰσραὴλ ἐβασίλευσαν ἑαυταῖς ἐν Σαμαρείᾳ τὸν Ἱεροβωὰμ δοῦλον Σολομῶντος, καὶ ἔμειναν οὕτω διῃρημέναι αἱ δύο βασιλεῖαι ἕως τῆς εἰς Χαλδαίους αἰχμαλωσίας.
216 ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων οβʹ ἐβασίλευσεν Ὀσόρθων ἔτη ιεʹ. τοῦ
δὲ κόσμου ἦν ἔτος δχξʹ. Αἰγυπτίων ογʹ ἐβασίλευσε Τακαλώφις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοεʹ. Αἰγυπτίων οδʹ ἐβασίλευσε Βόκχωρις ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχπηʹ. Βόκχωρις Αἰγυπτίοις ἐνομοθέτει, ἐφ' οὗ λόγος ἀρνίον φθέγξασθαι. Αἰγυπτίων οεʹ ἐβασίλευσε Σαβάκων Αἰθίοψ ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψλβʹ. Οὗτος τὸν Βόκχωριν αἰχμάλωτον λαβὼν ζῶντα ἔκαυσεν. Αἰγυπτίων οςʹ ἐβασίλευσε Σεβήχων ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψμδʹ.
ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Λατίνων ζʹ ἐβασίλευσεν Ἀγχίσης Σιλουίου ἔτη ιʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δφκʹ. Λατίνων ηʹ ἐβασίλευσεν Αἰγύπτιος Σιλούιος ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλʹ. Λατίνων θʹ ἐβασίλευσε Κάππυς Σιλούιος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφνʹ. Λατίνων ιʹ ἐβασίλευσε Τιβέριος ἔτη μηʹ, ἀφ' οὗ καὶ ὁ ποταμὸς Τίβερος 217 προσηγορεύθη ὁ πρὶν Ἀλβὰς καλούμενος. τοῦ δὲ κόσμου ἦν ἔτος δφπδʹ. Λατίνων ιαʹ ἐβασίλευσεν Ἀρέμουλος Σιλούιος ἔτη ιθʹ. οὗτος ἐκεραυνώ θη διὰ πολλὴν ἀσέβειαν. τοῦ δὲ κόσμου ἦν ἔτος δχλβʹ.
ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων κʹ ἐβασίλευσεν Ἄρχιππος Ἀκάστου ἔτη ιθʹ.
τοῦ δὲ κόσμου ἦν ἔτος δυπζʹ. Ἀθηναίων καʹ ἐβασίλευσε Θέρσιππος Ἀρχίππου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφςʹ. Ἀθηναίων κβʹ ἐβασίλευσε Φόρβας Θερσίππου ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμςʹ. Ἀθηναίων κγʹ ἐβασίλευσε Μεγακλῆς Φόρβαντος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφοςʹ. Ἀθηναίων κδʹ ἐβασίλευσε ∆ιόγνητος Μεγακλέους ἔτη κηʹ. τοῦ δὲ κό σμου ἦν ἔτος δχδʹ. Ἀθηναίων κεʹ ἐβασίλευσε Φερεκλῆς ∆ιογνήτου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχλβʹ. Ἀθηναίων κςʹ ἐβασίλευσεν Ἀρίφρων Φερεκλέους