99
αὐτοῦ καὶ Ῥωμαίων γῆς, στρατὸν ἐπαγόμενος πολύν. βασιλεὺς δὲ ἡμέραν μίαν αὐλισάμενος ἐν Καστορίᾳ, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Ἀχρίδα. καὶ ἐκέλευσε τὴν πρωτοβεστιαρίου γαμετὴν ὅσα ἔχει χρήματα λαβοῦσαν, εἰς Θεσσαλονίκην ἐλθεῖν, ὡς ἅμα ταῖς ἄλλαις ἀφιξομένην εἰς ∆ιδυμότειχον. ἡ δὲ ὑποπτεύσασα, μὴ οὐκ ἀληθῆ τὰ λεγόμενα ᾖ, καὶ δείσασα περὶ τοῖς χρήμασι, τοῖς φίλοις παρακατέθετο φυλάττειν· αὐτὴ δὲ ἰσχυρίζετο μηδὲν ἔχειν. ἐκείνη μὲν οὖν ὡς εἶχεν ἅμα καὶ ἑτέραις γυναιξὶν ἤχθη εἰς Θεσσαλονίκην. καὶ μετὰ μικρὸν εὕρηνται αὐτῆς παρά τινι κεκρυμμένα κόσμοι τε γυναικεῖοι καὶ ἕτερ' ἄττα, χρυσίων δισμυρίων ἄξια τιμῆς· ὀλίγαις δὲ ὕστερον ἡμέραις προσελθών τις τῷ μεγάλῳ δομεστίκῳ καὶ ἀναμνήσας παλαιᾶς τινος εὐεργεσίας, ἣν ὑπ' αὐτοῦ ἦν πεπονθὼς, ἔλεγε δίκαιον εἶναι καὶ αὐτὸν ὅ, τι ἂν δύναιτο ἀντευποιεῖν, καὶ ἐμήνυεν αὐτῷ, ὡς εἰδείη τοῦ πρωτοβεστιαρίου χρήματα ὅπου κρύπτοιτο πολλά. πέμψας δὲ ὁ μέγας δομέστικος τῶν πιστοτάτων οἰκετῶν τινα, ὑφηγουμένου τοῦ μεμηνυκότος, τὰ χρήματα ἤχθη πρὸς αὐτὸν ἐν δυσὶ κιβωτίοις, ἐν οἷς ἦν ἀγγεῖόν τι ἐκ χαλκοῦ πεποιημένον, δισχιλίους καὶ μυρίους ἔχον χρυσοῦς, καὶ ζῶναι καὶ ἐκπώματα ἐκ χρυσοῦ πεποιημέ 1.279 να καὶ ἄργυρος ἄσημος καὶ γυναικεῖοι κόσμοι καὶ ἕτερ' ἄττα τετρακισμυρίων ἄξια χρυσίων. τῷ μὲν οὖν τὰ χρήματα μεμηνυκότι λόγοις τε ὁ μέγας δομέστικος ὡμολόγει χάριτας καὶ ἔργοις ἐποίει εὖ· βασιλεῖ δὲ προσελθὼν, τά τε χρήματα ἐμήνυεν ὡς εὕρηνται, καὶ ἐδήλου καὶ τὸν ἀριθμόν. βασιλέως δὲ «οὐκοῦν» εἰπόντος «σὲ τὸν εὑρηκότα δίκαιον ἔχειν·» «ἀλλ' οὔτε πρότερον» εἶπεν αὐτὸς «ἐν τοῖς τοῦ πολέμου καιροῖς οὔτε πλείω οὔτ' ἐλάττω χρήματα ἀφειλόμην τινὸς, ὥσπερ οἶσθα καὶ αὐτός· οὔτε τούτων ἂν ὀφθείην ἥττων νῦν.» «ἀλλ' οὐδὲν» ἔφη «θαυμαστὸν» ὁ βασιλεὺς «εἰ πολλὰ ὑπ' αὐτῶν ἀφῃρημένος καὶ μάλιστα πρωτοβεστιαρίου τουτουῒ, ὀλίγα ἄττα ἐκ τῶν αὐτοῦ ὠφεληθήσῃ.» «αὐτὸ μὲν οὖν τοῦτο μᾶλλον» εἶπε «θαυμαστὸν, εἰ πολλὰ ὑπ' αὐτῶν καὶ μάλιστα κατὰ τὸν δεύτερον πόλεμον ζημιωθεὶς, καιροῦ παρασχόντος, οὐκ ἠθέλησα ἀμύνασθαι τοῖς ἴσοις, νυνὶ δὲ ὀλίγων ἕνεκα χρημάτων τό, τε ἐξ ἀρχῆς ἦθος διαφθερῶ καὶ ἥττων ἀδίκου λήμματος καὶ κέρδους ἂν φανῶ· ἀλλὰ μᾶλλον αὐτὰ στρατιώταις καὶ ἄλλοις οἷς ἂν ἐθέλῃς κέλευσον διανεμηθῆναι.» βασιλεὺς μὲν οὖν ἐπείθετο εἰπόντι, καὶ τὸν χρυσὸν ὅσος ἦν ἐκέλευσε διανεμηθῆναι τῇ στρατιᾷ· ὅσα δὲ ἦν ἔπιπλα καί τινα ἐκ τῶν σκευῶν τῶν εὐπατριδῶν διεδόθη τισὶ, καὶ τὰ λειπόμενα τῷ βασιλικῷ προσήχθη ταμιείῳ. ὀκτὼ δὲ ἡμέραις τῇ Ἀχρίδι ἐνδιατρίψαντα βασιλέα οἵ τε τὰς ∆εαβόλεις νεμόμενοι Ἀλβανοὶ νομάδες καὶ 1.280 οἱ τὰς Κολωνείας, ἔτι δὲ καὶ οἱ Ἀχρίδος ἐγγὺς, προσεκύνησαν ἐλθόντες καὶ δουλεύειν ἐπηγγείλαντο προθύμως. τοὺς δὲ πόῤῥω κατῳκισμένους πρὸς ἐσχατιαῖς τῆς Ῥωμαίων ἡγεμονίας γράμματα ἐκάλει βασιλικὰ πρὸς Θεσσαλονίκην ἐλθεῖν, ὡς προσκυνήσοντας ἐκεῖ· καὶ οὐ πολλῷ ὕστερον ἦλθον. ὁ μέντοι Κράλης ἅμα στρατῷ παντὶ τῷ ὑπ' αὐτὸν ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ῥωμαίων ἡγεμονίας ὢν, ὑπὸ μὲν τῶν φυγάδων Ῥωμαίων ὁσημέραι παρεκαλεῖτο κατὰ βασιλέως ἐλθεῖν καὶ μάχην συνάπτειν, ὑπήκουε δὲ οὐδαμῶς, δεδιὼς μὴ οὐ κατὰ γνώμην αὐτῷ τὰ πράγματα χωρήσῃ. περιέμενε δὲ τὸν Χρέλην, ὃς ἦν ἐν Φεραῖς, Ῥωμαίοις κατὰ τοῦ νέου βασιλέως συμμαχῶν, ἔτι γὰρ ἀπῆν, παρ' αὐτοῦ περὶ βασιλέως καὶ τῆς ὑπ' αὐτὸν στρατιᾶς βουλόμενος πυθέσθαι, εἰ ἐπιχειρητέα εἴη ἢ μή. ἐπεὶ δὲ ἀφῖκτο, ἐπυνθάνετο αὐτοῦ ὁ Κράλης, εἰ πρὸς βασιλέα πολεμητέον εἴη· ὁ δὲ συνεβούλευεν, εἰρήνην μᾶλλον ἄγειν καὶ μὴ τὸν οὐκ ὄντα πόλεμον ἑαυτῷ καὶ ὑπηκόοις ἐπάγειν. βασιλέα γὰρ αὐτὸς ἔλεγεν ἐν Φεραῖς ἑωρακέναι ἄγοντα μὲν στρατὸν οὐ πάνυ πολὺν, τοσοῦτον δὲ τὰ πολέμια ἐξησκημένον καὶ ἵπποις τε καὶ ὅπλοις διακεκοσμημένον ἐκπρεπῶς, ὡς ἔκπληξιν καὶ ἀπὸ μόνης ὄψεως παρέχειν· οὕτω δὲ ἀθορύβως καὶ εὐτάκτως ἑπόμενον τοῖς ἡγεμόσιν, ὡς δοκεῖν οὐ πολλοὺς, ἀλλ' ἕνα ὄντα τῶν τε παραγγελμάτων ἀκούειν καὶ σπουδῇ τὰ κελευόμενα ποιεῖν. «ἀνδρίας δὲ τοσοῦτον αὐτοῖς περίεστι καὶ τόλμης, ὡς,