99
μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ωστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ομως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ην μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ εδοξε τῷ Κύρῳ καιρὸς ειναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ τῶν ἱππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἱ δὲ πεζοὶ 1.249 αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ ̓Αρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις αρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Κῦρος ἐκέλευσεν. οἱ δ' ιπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ' οἱ μὲν εφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ' ἀλλήλοις ἐνέπιπτον. καὶ τὰ αρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον αμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ' αὐτῶν. καὶ ̓Αβραδάτας βοήσας "ανδρες φίλοι, επεσθε" ἐνίει οὐδὲν τῶν ιππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ αλλοι ἁρματηλάται. καὶ ὁ μὲν ̓Αβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τεταγμένοι, οἱ δ' αλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα αρματα. οἱ δὲ ἀμφὶ ̓Αβραδάτην τοὺς μὲν τῇ ῥύμῃ τῶν ιππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· οσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ οπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ ̓Αβραδάτας, καὶ αλλοι δὲ τῶν συνεισβαλόντων. καὶ ουτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἱ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ενθα δὴ δεινὴ μάχη ην. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς οπλοις. οἱ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλ' ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, εως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ' ἐνταῦθα ηλθον, ἐπαίοντο αυθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ην δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος οπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς κατ' αὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, ηλγησε, 1.250 καὶ παραγγείλας τοῖς μετ' αὐτοῦ επεσθαι, παρήλαυνεν εἰς τὸ οπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δ' ῃσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ιππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ιππον αὐτοῦ, ὁ δὲ ιππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε απαντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ιππον. ὡς δ' ἀνέβη, κατεῖδε πάντοθεν ηδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ' ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ιππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ετι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. ουτοι δὲ πάντοθεν κυκλωθέντες ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ετι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτείρων οτι ανδρες ἀγαθοὶ οντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ετι εια αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες η σωθῆναι. οἱ δέ "ο,τι καλὸν αν ποιοῦντες σωθείημεν;" εφασαν. καὶ ὁ Κῦρος "εἰ τὰ οπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι." ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι εδοσαν πίστεις καὶ ελαβεν. Ταῦτα διαπραξάμενος ὁ Κῦρος ηδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι εφευγε, τὰ δ' αλλα φῦλα ἐν τῇ νυκτὶ οπῃ ἠδύναντο ἀπεχώρουν. 1.251 εωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος ηγε, καὶ πρὸς τῇ πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ' ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα ειναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁδοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν