99
κεφαλῆς ακρον κρανίον. ωσπερ παρὰ τὸ εχω γίνεται ἐχμὸς καὶ συνεοχμὸς, οιον· - καὶ αὐχένος συνεοχμῷ. ουτω παρὰ τὸ βρέχω βρεχμὸς καὶ βρέχμα· τοῦτο γὰρ πρῶτον βρέχεται. Βρέφοσ. παρὰ τὸ φέρβω τὸ τρέφω γίνεται φέρβος καὶ κατὰ μετάθεσιν τῶν στοιχείων βρέφος. Βρεντήσιον. πόλις περὶ τὸν ̓Αδρίαν. Βριαρόν. ἰσχυρὸν, βαρύ. παρὰ τὸ βία βιαρὸν καὶ πλεονασμῷ τοῦ ˉρ βριαρόν. ενθεν τὸ Βριάρεως. η παρὰ τὸ βρίω, ἀφ' ου καὶ βρίθω. Βροτόεντα. ᾑμαγμένα. βρότος γὰρ τὸ μετὰ κονιορτοῦ αιμα τοῦ ἀνθρώπου. Βρόνδον. ειδος διαλέξεως. Βροντήσιον. χώρα ̓Ιταλίας. Βρόμιον πῦρ. ἠχητικόν. Βρύον. τὸ ἐκ τῆς θαλάσσης ἀχυρῶδες ἐκφερόμενον, καὶ τὸ προχεόμενον. Βρύτια. τὰ τῆς σταφυλῆς πιέσματα. παρὰ τὸ τοὺς βότρυς βρύτια. οἱ δὲ ̓Αττικοὶ τὰ τῶν ἐλαιῶν ἀλέσματα. Βρύελλα. τὰ βροῦλλα καὶ βρύλλια. βρυλλίῳ δέδεται. Βρύχιον. βυθιζόμενον. Βρύχια υδατα. τὰ ὑπὸ γῆν ἐφιγμένως διακείμενα, καὶ ηχον ανωθεν ἀποτελοῦντα. Βρέφοσ. ἀπὸ γεννήσεως εως τεσσάρων ἐτῶν. beta.409 ( ̔Ρῆμα.) Βραβεύει. διανέμει. Βράσσω. τὸ ζέω. οπερ ἀναβράσσω λέγουσιν ̓Αττικοὶ, ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν λέξιν. ̓Αριστοφάνης· ἀναβράττω κίχλας. ἀντὶ τοῦ ἑψίω. ειρηται παρὰ τὸ βάρος, η βαρῶ, βαράσσω, καὶ κατὰ συγκοπὴν βράσσω. Βραχυμυθεῖν. τὸ βραχυλογεῖν. Βρενθύεται. μεγαλοφρονεῖ, ἐπαίρεται, η προσποιεῖται ὀργίζεσθαι. βρένθυον γάρ ἐστι μῦρον· τοῖς ουν ἀλαζόσι καὶ τρυφεροῖς ἀκολουθεῖ μύρῳ χρίεσθαι. ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτομένους βρενθυομένους λέγουσι. Βρέχειν. ἐπὶ τοῦ πίνειν λέγεται. καὶ ὑποβεβρεγμένος ὁ μέθυσος. τὸ δὲ βρέχειν ἀπὸ τοῦ ηχου τοῦ υδατος, ὀνοματοποιΐα ἡ λέξις. καὶ Ομηρος· -ἀμφὶ δέ οἱ βρέχεν. η παρὰ τὸ βάλλω, βαλλῶ, καὶ βρῶ, βρέχω. Βρίθει. βαρεῖ. Βριμάζει. λέοντος χρῆται φωνῇ. Βριμαίνω. τὸ ὀργίζομαι. καὶ βριμούμενος. Βριμήσαιο. ὀργισθείης. Βρίζοντεσ. νυστάζοντες, κοιμώμενοι. Βρίξαι. τὸ μετὰ βορὰν καὶ τροφὴν κατευδῆσαι. Βρυάζει. θάλλει καὶ τρυφᾷ. beta.410 Βρύει. τέθηλεν, ἀνθεῖ. Βρύχεται. μαίνεται. τοῦτο κυρίως ἐπὶ τῶν λεόντων. Βρυκάω. ἐσθίω. Βρύκουσα. τρώγουσα, κατεσθίουσα, τοὺς ὀδόντας τρύζουσα. Βρύττοντεσ. πυρέττοντες. ουτως οἱ ̓Αθηναῖοι. παρὰ τὸν βρύχετον, ο σημαίνει τὸν πυρετόν. Βρωμᾶσθαι. ὀγκᾶσθαι. ἐπὶ ονου δὲ λέγουσι τοῦτο. λέγεται καὶ ὀγκᾶσθαι ἐπὶ ονου, ἀλλὰ σπάνιον τοῦτο. Βρωμούμενοι. βρῶμον ἐσθίοντες. Βρύλλων. ὑποπίνων. ( ̓Επίῤῥημα.) Βραχέωσ. δι' ὀλίγου. Βρεκεκεὲξ, κοὰξ, κοάξ. ἐφύμνιον ἐν βατράχοις. ουτως ̓Αριστοφάνης. Τὸ Β μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Βύασ. ειδος ὀρνέου νυκτερινοῦ. ∆ίων· καὶ βύας ωφθη. καὶ βύαι ωφθησαν. Βύβλισ. ονομα κύριον. ἀδελφὸς Κάννου, ἀμφότεροι δυστυχήσαντες. Βύβλοσ. ὁ πάπυρος, ἐξ ου καὶ βυβλία τὰ ξυλοχάρτια. καὶ Βύβλος πόλις Φοινίκης ἀρχαιοτάbeta.411 τη ειρηται, οτι τὰ ἐν αὐτῇ τιθέμενα βυβλία ασηπτα διαφυλάττεται. τὸ ἐθνικὸν Βύβλιος, καὶ Βυβλίας. Βύθιοσ. ὁ ἐν τῷ βυθῷ. Βυθόσ. τὸ βάθος, τροπῇ τοῦ ˉα εἰς ˉυ. η παρὰ τὸ βύζω, βυστὸς καὶ βυθός. Βύκτησ. ἠχητικός. καὶ Ομηρος· ενθα βυκτάων ἀνέμων- παρὰ τὸ βύω, ενθεν βεβυσμένος, ου παράγωγον βύζω, βέβυκται. παρὰ γοῦν τὸ βέβυκται βύκτης. Βυκανῆται. σαλπιγκταί. Βυρσάτονοσ. τοῦ τυμπάνου. Βυρσοδέψησ. σκυτοτόμος. παρὰ τὸ τὰς βύρσας δεψῆσαι, ο ἐστιν ἁπαλύναι. Βυσαυχήν. ὁ τοὺς ωμους συνέχων ἐπὶ τὸν τράχηλον. Βυσσόσ. ὁ βυθὸς παρὰ ̔Ηροδότῳ. τροπῇ τοῦ ˉθ εἰς ˉς καὶ πλεονασμῷ ἑτέρου ˉς βυσσός. εστι δὲ βύσσος ειδος βοτάνης, ἐξ ου τὰ ἀπ' αὐτῆς βαπτόμενα βύσσινα λέγονται. (Θηλυκόν.) Βύζα. ἡ Κωνσταντινούπολις. Βυζάνη καὶ Βυζία. ὀνόματα πόλεων. Βυκάνη. οργανον μουσικόν. Βύρσα. παρὰ τὸ δέρω τὸ ἐκδέρω, ὁ μέλλων αἰολικῶς δέρσω, καὶ δέρση, ἡ βύρσα ἡ ἐκδερομένη τοῦ σώματος. η παρὰ τὸ ῥύω, ῥύσα, ἡ περιῤῥεομένη τῷ ἱδρῶτι. (Οὐδέτερον.) Βύσσινον. τὸ κόκκινον. beta.412 Βυβλίον καὶ βιβλίον διαφέρουσι. βυβλίον λέγεται τὸ ξυλοχάρτιον καὶ τὸ αγραφον, ὡς· ἐπὶ τῷ βυβλίῳ σου πάντες γραφήσονται. βιβλίον δὲ, τὸ γεγραμμένον, ˉι. Βυζάντιον. οτι τὸ Βυζάντιον Σεβήρου βασιλέως ̔Ρωμαίων τετείχιστο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ εἰς τετράγωνον εἰργασμένῳ.