1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

99

αἰώνιον. Καὶ οἱ συνιόντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι ἐκλάμψουσι». - »Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι», λέγων, «ἐξεγερθήσονται», δῆλον, ὡς ἀνάστασιν ἐμφαίνει σωμάτων· οὐ γὰρ δήπου τις φήσειε τὰς ψυχὰς ἐν γῆς χώματι καθεύδειν. Ἀλλὰ μὴν καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τὴν τῶν σωμάτων ἀριδήλως ἀνάστασιν παραδέδωκεν. «Ἀκούσονται» γάρ, φησίν, «οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἐν τοῖς μνημείοις δὲ τὰς ψυχάς ποτε τῶν εὖ φρονούντων εἴποι τις ἄν; Οὐ λόγῳ δὲ μόνον, ἀλλὰ καὶ ἔργῳ τὴν τῶν σωμάτων ὁ κύριος ἀνάστασιν ἐφανέρωσε. Πρῶτον μὲν τεταρταῖον καὶ ἤδη φθαρέντα καὶ ὀδωδότα ἐγείρας τὸν Λάζαρον· οὐ ψυχὴν γὰρ ἐστερημένην σώματος, ἀλλὰ καὶ σῶμα σὺν τῇ ψυχῇ, καὶ οὐχ ἕτερον, ἀλλ' αὐτὸ τὸ φθαρὲν ἤγειρε. Πῶς γὰρ ἂν ἐγινώσκετο ἢ ἐπιστεύετο ἡ τοῦ τεθνεῶτος ἀνάστασις μὴ τῶν χαρακτηριστικῶν τῆς ὑποστάσεως ἰδιωμάτων ταύτην συνιστώντων; Ἀλλὰ Λάζαρον μὲν πρὸς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτοῦ τε καὶ ἡμῶν ἀναστάσεως ἤγειρε, πάλιν ὑποστρέφειν μέλλοντα εἰς θάνατον. Αὐτὸς δὲ ὁ κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε. ∆ιὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ἔλεγεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Ἄρα οὖν ματαία ἡ πίστις ἡμῶν· ἄρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ ὅτι «Χριστὸς ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων», καί· «Πρωτότοκος ἐκ νεκρῶν», καὶ πάλιν· «Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ». «Οὕτως» ἔφη, ὡς ὁ κύριος ἀνέστη. Ὅτι δὲ ἡ τοῦ κυρίου ἀνάστασις σώματος ἀφθαρτισθέντος καὶ ψυχῆς ἕνωσις ἦν (ταῦτα γὰρ τὰ διαιρεθέντα), δῆλον· ἔφη γάρ· «Λύσατε τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομήσω αὐτόν». Μάρτυς δὲ ἀξιόπιστος τὸ ἱερὸν εὐαγγέλιον, ὡς περὶ τοῦ ἰδίου ἔλεγε σώματος. «Ψηλαφήσατέ με καὶ ἴδετε», φησὶ τοῖς οἰκείοις μαθηταῖς ὁ κύριος πνεῦμα δοκοῦσιν ὁρᾶν, «ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν» καὶ τῷ Θωμᾷ προτείνει πρὸς ψηλάφησιν. Ἆρα οὐχ ἱκανὰ ταῦτα τὴν τῶν σωμάτων πιστώσασθαι ἀνάστασιν; Πάλιν φησὶν ὁ θεῖος ἀπόστολος· «∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», καὶ πάλιν· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν» ἤτοι παχύ τε καὶ θνητόν, «ἐγείρεται σῶμα πνευματικόν», ἄτρεπτον, ἀπαθές, λεπτόν· τοῦτο γὰρ σημαίνει τὸ «πνευματικόν», οἷον τὸ τοῦ κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν κεκλεισμένων τῶν θυρῶν διερχόμενον, ἀκοπίατον, τροφῆς, ὕπνου καὶ πόσεως ἀνενδεές. Ἔσονται γάρ, φησὶν ὁ κύριος, «ὡς οἱ ἄγγελοι τοῦ θεοῦ», οὐ γάμος ἔτι, οὐ τεκνογονία. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ», οὐ τὴν εἰς ἑτέραν μορφὴν μεταποίησιν λέγων-ἄπαγε-, τὴν ἐκ φθορᾶς δὲ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν. «Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί;» Ὢ τῆς ἀπιστίας. Ὢ τῆς ἀφροσύνης. Ὁ χοῦν εἰς σῶμα βουλήσει μόνῃ μεταβαλών, ὁ μικρὰν ὕλης ῥανίδα τοῦ σπέρματος ἐν μήτρᾳ αὔξειν προστάξας καὶ τὸ πολυειδὲς τοῦτο καὶ πολύμορφον ἀποτελεῖν τοῦ σώματος ὄργανον, οὐχὶ μᾶλλον τὸ γεγονὸς καὶ διαρρυὲν ἀναστήσει πάλιν βουληθείς; «Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον»· εἰ τοῖς τοῦ θεοῦ λόγοις οὐ πιστεύειν ἡ πώρωσις συγχωρεῖ, κἂν τοῖς ἔργοις πίστευε. «Σὺ γάρ, ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον,