99
τ. ε. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν.» «Τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.» «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα.» «Ὑμνήσατε τῷ Θεῷ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ δοξάζεται ἀπὸ ἄκρου τῆς γῆς.» «Ἀνθ' ὧν οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν καρδίαν σου, κἀγώ σε ἰδὼν παρορῶ.» «Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ.» «∆ότε τῷ Θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά.» «Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ αἴνεσις αὐτοῦ ἐστι.» 95.1357 «∆εῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίας Θεοῦ, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν αὐτῷ.» «Ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.» «Εὐλόγησον τὸν Κύριον, τὸν ποιήσαντά σε, καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.» «Εὐλογήσατε τὸν Κύριον ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις.» «Κύριον τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ἡμῶν.» Τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Τὸ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. ∆όξαζε τὸν Ποιητὴν, ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις ἀκατονόμαστοι. Τὸν Θεὸν γνωρίσωμεν, τὸν Κτίσαντα προσκυνήσωμεν, τῷ ∆εσπότῃ δουλεύσωμεν, τὸν Πατέρα δοξάσωμεν, τὸν τροφέα ἡμῶν ἀγαπήσωμεν, τὸν εὐεργέτην αἰδεσθησώμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης, καὶ τῆς μελλούσης, καὶ προσκυνοῦντες μὴ λήξωμεν. Τὴν τῆς αἰνέσεως θυσίαν ἱερουργήσωμέν σοι τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ· ὃς οὐκ ἀπαιτεῖ σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καρδίας καθαρὰν ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Εὐσεβείας σημεῖον, τὸ συνεχῆ ποιεῖσθαι τῶν θεωτέρων τὴν ἐπιμέλειαν, καὶ τὸ πυκναῖς ἐντεύξεσιν ἐξιλεοῦσθαι. Τὸν Θεὸν ἔργοις σεμνοῖς σέβου, λόγοις δὲ ὕμνει, ἔννοιᾳ τίμα. Ἀξίως οὐδεὶς τὸν Θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον, ὁπότε οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται. Ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους.
ΤΙΤΛ. ∆ʹ. -Περὶ δικαιολογίας· καὶ τίνες ἐδικαιολογήθησαν πρὸς τὸν Θεόν.
«Οὐκ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Ἀπόστα ἀπ' ἐμοῦ· κενὸς γάρ μου ὁ βίος. Τίς γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν; ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσεις ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; ∆ιὰ τί ἔθου με κατεντεύκτην σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνο 95.1360 μίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; 95.1360 Νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι.» «Ἐπειδή εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον; Ἐάν τε ἀπολούσωμαι χίονι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας. Ἐβδελύξατό με ἡ στολή μου. Οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμὲ, ᾧ ἀνταποκρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ διελέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων.» «∆ιὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατ' ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.» «Πόσαι εἰσὶν αἱ ἀνομίαι μου, καὶ αἱ ἁμαρτίαι μου, δίδαξόν με. ∆ιὰ τί ἀπ' ἐμοῦ κρύπτῃ;» «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ