εἰδῶν ἴδιόν τι γεγενημένον, τοῦτο ἐκάλεσαν ἴδιον, οἷον τὸ γελᾶν ἐπ' ἀνθρώπῳ μόνῳ ἐστίν. ὁρῶντες δὲ ὅτι καί τινα συμπίπτει ἐκ τῶν ἔξωθεν τοῖς ἀτόμοις, ἐκάλεσαν ταῦτα συμβεβηκότα. εἰσὶν οὖν ἅμα πέντε ἅτινα καὶ φωναὶ ὀνομάζονται, γένος, εἶδος, διαφορά, ἴδιον καὶ συμβεβηκός. Ὅρος τούτων καὶ λύσις. ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Περὶ γένους. γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον γένος ἐστὶ καὶ τέμνεται εἰς δύο εἴδη, ἤγουν εἰς λογικὸν καὶ ἄλογον, καὶ πάλιν τὸ λογικὸν γένος τέμνεται εἰς δύο εἴδη, ἤγουν εἰς θνητὸν καὶ ἀθάνατον. καὶ τὸ θνητὸν γένος ὅπερ ἐστὶν ὁ ἄνθρωπος οὐκ ἔχει τομὴν ἄλλου εἴδους καὶ καλεῖται εἶδος εἰδικώτατον. ἰστέον δὲ ὅτι τὰ μὲν ἐπάνω τῶν εἰδῶν λέγονται γένη, τὰ δὲ ὑποκάτω τῶν γενῶν λέγονται εἴδη. τὸ δὲ γένος τριχῶς λέγεται· ἀπὸ τοῦ τεκόντος, ὡς φέρε εἰπεῖν ἀπὸ τοῦ Ἰσραὴλ λέγονται Ἰσραηλῖται· δεύτερον ἀπὸ τῆς πατρίδος, ὥσπερ οἱ ἀπὸ Ἱερουσαλὴμ λέγονται Ἱεροσολυμῖται· τρίτον ὅπερ τέμνεται εἰς εἴδη· περὶ τούτου δὲ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Περὶ εἴδους. εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον εἶδός ἐστιν ὁ ἄνθρωπος καὶ τέμνεται εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ ἀριθμῷ διαφέρουσι. καλεῖται δὲ ὁ καθ' ἕκαστα ἄνρωπος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, οἷον σὺ ὁ βασιλεὺς Ἰωάννης ἄτομον εἷς ἢ πρόσωπον ἢ ὑπόστασις, ὡσαύτως κἀγὼ κἀκεῖνος καὶ πάντες οἱ κατὰ μέρος ἄνθρωποι. τὸ δὲ εἶδος διχῶς λέγομεν, τὴν μορφὴν τοῦ καθ' ἕκαστα ἀνθρώπου, ὥσπερ ὅταν εἴποι τις «πρῶτον εἶδος ἄξιον τυραννίδος», καὶ ὅπερ τέμνεται ἐκ τοῦ γένους, καθὼς εἴρηται. περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Περὶ διαφορᾶς. διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον, οἷον διαφέρει τὸ λογικὸν καὶ τὸ ἄλογον καθὸ τὸ μὲν λογικὸν ἔχει λόγον, τὸ δὲ ἄλογον οὐκ ἔχει. καὶ ἄλλως διαφέρομεν ἀλλήλων οἱ ἄνθρωποι κατὰ τὰ χαρακτηριστικὰ ἰδιώματα, ὡς φέρε εἰπεῖν «ἡ βασιλεία σού ἐστι λευκός, φοινικοπάρειος, εὐπώγων, εὐόφθαλμος, ἐγὼ δέ εἰμι ὠχρός, δασυπώγων, μικρόφθαλμος». καὶ λοιπὸν διαφέρομεν ἀλλήλων κατὰ τὰ χαρακτηριστικὰ ἰδιώματα τῶν προσώπων, καὶ αὕτη ἐστὶν ἡ διαφορά. διαφέρομεν δὲ καὶ ἄλλως, ὅπερ κοινόν ἐστιν ἐμοί τε καὶ σοὶ καὶ παντὶ τῷ εἴδει. ἔστιν οὖν ἡ διαφορὰ τριττή, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν οἷον «δύναμαι ἐγὼ καθῆσθαι καὶ σὺ ἵστασθαι καὶ αὖθις ἐγὼ ἵστασθαι καὶ σὺ καθῆσθαι». κοινὸν δὲ ἄρα καὶ ἐμοὶ καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις τὸ καθῆσθαι, τὸ ἵστασθαι, τὸ γρηγορεῖν, καὶ ὅπερ ἐγὼ ποιῶ δύνασαι καὶ σὺ ποιεῖν καὶ ὅπερ σὺ ποιεῖς δύναμαι καὶ ἐγὼ ποιεῖν. ἡ δὲ ἰδίως διαφορὰ οὐκ ἔστιν ἐμοὶ καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις, ἀλλ' «ὅπερ ἔχω ἐγώ, σὺ οὐκ ἔχεις». καὶ αὕτη ἐστὶν ἡ ἰδίως διαφορά. ἡ δὲ ἰδιαίτατος διαφορὰ διαφέρει κατὰ τὰ εἴδη· ἄλλο γὰρ ἄνθρωπος καὶ ἄλλο ἵππος καὶ ἄλλο βοῦς. Περὶ ἰδίου. ἴδιον δέ ἐστιν ὃ οὐκ ἐπ' ἄλλῳ τινί ἐστι τὸ τοιοῦτον, οἷον ἴδιον ἀνθρώπῳ τὸ γελᾶν, ἐπ' ἄλλῳ δὲ ζῴῳ γελᾶν οὐχ εὑρήσεις· ἴδιον ἀνθρώπῳ τὸ πολιοῦσθαι, ἐπ' ἄλλῳ δὲ ζῴῳ γηρῶντι οὐκ ἔστι τὸ πολιοῦσθαι· ἴδιον ἵππῳ τὸ χρεμετίζειν, ἐπ' ἄλλῳ δὲ ζῴῳ οὐκ ἔστι τὸ χρεμετίζειν· ἴδιον ὄνῳ τὸ ὀγκᾶσθαι, καὶ ἁπλῶς ὅπερ οὐ παντὶ ἴδιόν ἐστιν. Περὶ συμβεβηκότος. συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, οἷον ὑποκείμενόν ἐστι τοῦ ἀνθρώπου τὸ σῶμα, συμβεβηκὸς δὲ ὁ πυρετός· γίνεται γὰρ καὶ πάλιν ἀπογίνεται καὶ τὸ σῶμα οὐ φθείρεται. καὶ πάλιν συμβεβηκός ἐστι πᾶν ὅπερ ἐν τῇ οὐσίᾳ θεωρεῖται καὶ μὴ καθ' ἑαυτὸ ὑφιστάμενον, ἀλλ' ἐν ἑτέρῳ ἔχον τὸ εἶναι, ὅ ἐστι τὸ χρῶμα ἐν τῷ σώματι καὶ ἡ φρόνησις ἐν τῇ ψυχῇ. τοίνυν ἐν τῇ τοῦ σώματος οὐσίᾳ θεωρεῖται τὸ χρῶμα καὶ ἐν τῇ τῆς ψυχῆς οὐσίᾳ ἡ φρόνησις, ἅτινά εἰσι συμβεβηκότα. καὶ