αἰῶνος») ἀλλὰ τῷ, πληρωθέντος τοῦ «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν «ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, «καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης», μηκέτι εἶναι 32.30.378 μετ' αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα. πρὸς τοῦτο δ' ἄν τις ἀνθυποφέροι τὸ «Μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε» 32.30.379 λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν. ὅρα δὲ μήποτε οὐ ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετά τινος, ὅπερ ἐν ἐπαγ γελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον 32.30.380 ἐν μέσῳ τῶν μὴ γινωσκόντων. ἐν ἐπαγγελίᾳ μὲν γὰρ τὸ «Ὅπου «δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ «αὐτῶν» καὶ τὸ «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως «τῆς συντελείας τοῦ αἰῶνος»· οὐ τοιοῦτον δὲ τὸ «Μέσος ὑμῶν 32.30.381 «στήκει ὃν ὑμεῖς οὐκ οἴδατε». καὶ ἐν τῷ προκειμένῳ τοίνυν ὁ εἰπών· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι» φησὶ τὸ «Ἔτι μικρὸν μεθ' «ὑμῶν εἰμι». ὁ δὲ λέγων· «Ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι» οὐκ ἂν παρόντι αἰσθητῶς τῷ Ἰούδᾳ, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, εἶπεν ἂν αὐτῷ τὸ «Μετὰ σοῦ εἰμι» (οὐκέτι γὰρ ἦν μετ' αὐτοῦ) οὐδ' ὅτε βάψας τὸ ψωμίον ἐδίδου 32.30.382 αὐτῷ, ἀλλ' ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, πολλῷ πλέον οὐκ ἦν Χριστὸς μετὰ τοῦ Ἰούδα, μακρύναντος ἑαυτὸν ἀπὸ τοῦ σωτῆρος· «Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;» 32.31.383 Εἰ καὶ μικρὸν δὲ ἔτι μετὰ τῶν τεκνίων ἔμελλεν εἶναι ὁ πατὴρ αὐτῶν Ἰησοῦς, χρὴ εἰδέναι τὸ μετὰ τὸ «μικρὸν» ἐκεῖνο· εἰ καὶ μὴ ἦν μετ' αὐτῶν, οὐδὲν ἧττον ἐκεῖνοι ζητεῖν ἔμελλον τὸν Ἰησοῦν, ὡς ὁ Πέτρος μετὰ τὸ ἀρνήσασθαι πικρῶς ἔκλαιεν, οἶμαι, ζη 32.31.384 τῶν τὸν Ἰησοῦν. νῦν μὲν οὖν τὸ «Ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι» λέλεκται, ὀλίγῳ <δὲ> ὕστερον· «Μικρόν, φησί, καὶ οὐκέτι θεωρεῖτέ «με, καὶ πάλιν μικρὸν <καὶ> ὄψεσθέ με», ὅτε λεγόντων τῶν μαθη τῶν· «Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ· γνοὺς ὁ «Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς· Περὶ τούτου «ζητεῖτε μετ' ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ «πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε «καὶ θρηνήσετε ὑμεῖς· ὁ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, 32.31.385 «ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται». τὸ γὰρ «μικρὸν» ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν· διὸ ἔκλαιον καὶ ἐθρή νουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ «Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με». 32.31.386 Ἐν οἷς ἐξετάσεις εἰ ὁ μετὰ μικρὸν μὴ θεωρῶν αὐτόν, εἰ μέλλει μετὰ τοῦτο ὄψεσθαι αὐτόν, μετ' οὐ πολὺ πάντως ὄψεται αὐτόν, 32.31.387 νοούντων ἡμῶν τὸ «Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με». τὸ δὲ ζητεῖν τὸν Ἰησοῦν ζητεῖν ἐστιν τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν δικαιο σύνην καὶ τὴν ἀλήθειαν καὶ τὴν δύναμιν τοῦ θεοῦ, ἅπερ πάντα 32.31.388 ἐστὶν ὁ χριστός. τινὲς δὲ ζητοῦσιν αὐτὸν τῶν ἑωρακότων σημεῖα, καὶ σὺν τῷ ἑωρακέναι λαβόντων ἀπ' αὐτοῦ ἄρτον καὶ φαγόντων, αἰτίου τοῦ ζητεῖν αὐτοῖς γενομένου τοῦ τεθράφθαι ἀπὸ τοῦ λόγου· «Ζητεῖτε γάρ με, φησίν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ 32.31.389 «τῶν ἄρτων καὶ ἐχορτάσθητε». εἶτα ἐπεὶ πρότερον τοῖς Ἰουδαίοις εἰρήκει· «Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν «ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν» ἐπ' ἐκεῖνο ἀναφέρων τὸ προκείμενον φησί· «Καὶ καθὼς εἶπον τοῖς Ἰου «δαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω 32.31.390 «ἄρτι». ὡς γὰρ ἐκείνοις, φησί, τοῦτ' εἶπον, οὕτω καὶ ὑμῖν· ἀλλὰ 32.31.391 καὶ ὑμῖν τοῦτο λέγω οὐ περὶ πλείονος χρόνου. οὕτω γὰρ ἀκούω τοῦ «Καὶ ὑμῖν λέγω ἄρτι», ὅπερ οὐκ ἔστιν ταὐτὸν τῷ «Καὶ ὑμῖν «λέγω» χωρὶς τῆς προσθήκης τῆς "7ἄρτι"7. Ἰουδαῖοι μὲν γάρ, οὓς προέ βλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνό μενον χρόνον οὐκ ἐδύναντο ἥκειν ὅπου ὑπῆγεν ὁ Ἰησοῦς· οἱ δὲ μαθηταί, μεθ' ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ' αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἕπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας. 32.32.392 Καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ