1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

99

γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν." Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· προλέγει γὰρ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν νέον λαόν. 10.98 Καὶ ἵνα τὰ πλείονα παραλίπω, ἀκούσατε αὐτοῦ ἐν τῷ τεττα ρακοστῷ καὶ τετάρτῳ ψαλμῷ λέγοντος· "Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Καὶ πάλιν ἐν τῷ πέμπτῳ καὶ τετταρακοστῷ· "Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν 10.99 τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ." Ὁ δὲ μετὰ τοῦτον τὴν τῶν ἐθνῶν προαγορεύει σωτηρίαν· "Πάντα" γάρ φησι "τὰ ἔθνη κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιά σεως· ὅτι Κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν 10.100 γῆν." Καὶ ὁ ἕβδομος δὲ καὶ ὁ ὄγδοος, καὶ μέντοι καὶ ὁ ἔνατος καὶ πάντες, ὡς ἔπος εἰπεῖν, οἱ ψαλμοὶ τὴν τῆς οἰκουμένης με ταβολὴν προθεσπίζουσι καὶ τὴν τῶν ἐθνῶν προκηρύττουσι κλῆσιν καὶ πίστιν, καὶ πρός γε τούτοις τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν προαιώνιον ὕπαρξιν, τὴν ἐκ τοῦ Πατρὸς γέννησιν, τὸν ἐκ παρθένου τόκον, τὰ θαύματα, τὰ παθήματα, τῶν Ἰουδαίων τὴν ἀπιστίαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν, τὸν εἰς ἅπασαν γῆν καὶ θάλατταν τῶν ἀποστόλων δρόμον. 10.101 Καὶ μὲν δὴ καὶ οἱ ἄλλοι προφῆται ταῦτα προλέγουσιν ἅπαντες. Ἐγὼ δὲ πάσας ξυναγαγεῖν τὰς προρρήσεις πάρεργον ὑπείληφα· πολλῶν γὰρ ἂν ἐδεήθην βιβλίων, καὶ πάσας γράφων καὶ περὶ ἑκάστης δέ γε τὰ πρόσφορα λέγων. Ἀρκεῖ δὲ ὑμῖν, ἂν ἐθέλητε, καὶ τῶν ἄλλων, ἐξ ὧν ἀκηκόατε, τὴν ἀλήθειαν διαγνῶναι. Σαφεῖς γὰρ αὗται καὶ ἀληθεῖς καὶ οἷόν τινες ἐναργεῖς εἰσι τῶν 10.102 πραγμάτων εἰκόνες. Ὥσπερ τοίνυν τῶν ἀρίστων ζωγράφων τὴν τέχνην ῥᾷον ἄν τις καταμάθοι, τῷ ἀληθινῷ καὶ ἀρχετύπῳ χαρα κτῆρι παρατιθεὶς τὴν εἰκόνα, οὕτω χρὴ καὶ ὑμᾶς καθάπερ ἰδέαν τινὰ τὴν προφητείαν ὑπὸ τοῦ σοφωτάτου προδιαγραφεῖσαν ζωγρά φου παραθεῖναι τοῖς πράγμασιν ἤδη λαβοῦσι τὸ πέρας καὶ τὸ τῆς 10.103 ὁμοιότητος θεάσασθαι ἀπαράλλακτον. Πάλαι μὲν γάρ, πρὶν δέ ξηται τὸ πέρας ἡ προφητεία, εἶχέ τινα πόνον τὸ πεῖσαι τοὺς τηνι καῦτα ἀνθρώπους, ὡς ἀληθῆ τὰ θεσπίσματα· ἐπειδὴ δὲ τὰ πάλαι καὶ πρόπαλαι προρρηθέντα νῦν ὁρῶμεν τετελεσμένα, καὶ τὰ ῥήματα ἐκεῖνα γενόμενα πράγματα, οὐ δεῖ πόνων ἡμῖν εἰς τὸ πεῖσαι τὰς ἀκοάς. Ἔχουσι γὰρ αὗται μαρτυροῦντα τὰ ὄμματα· καὶ περιττὸς ἡμῖν Ἡρόδοτος λέγων, ὅτι "τὰ ὦτα ὑπάρχει ἀνθρώποις ἀπιστότερα ἐόντα ὀφθαλμῶν," Ὁρῶσι γάρ που οἱ ὀφθαλμοί, ἅπερ ἀκούει τὰ ὦτα. 10.104 Ἐπειδὴ τοίνυν καὶ ὀλίγων προφητειῶν ἐπηκούσατε καὶ τὴν τῶν πραγμάτων ἑωράκατε μαρτυρίαν, παράθετε, ὦ ἄνδρες, τοῖς ὑμετέ ροις χρησμοῖς τῶν προφητῶν τὰ θεσπίσματα καὶ βοήσατε μετὰ τοῦ ἀποστόλου· "Τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνη σις Χριστοῦ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς 10.105 δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;" Ναοὶ μὲν γὰρ τοῦ Θεοῦ τῶν προφητῶν οἱ χοροί· εἴδωλα δὲ κωφά, τὰ παρὰ τῶν ἐθνῶν προσκυνηθέντα, περὶ ὧν τὸ θεῖον πνεῦμά φησιν· "Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· οὐδὲ γὰρ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποι θότες ἐπ' αὐτοῖς." Ὑμᾶς δὲ γένοιτο μαθεῖν τὴν ἀλήθειαν καὶ τῆς προφητικῆς μὴ μεταλαχεῖν ἀρᾶς.

11.t ΠΕΡΙ ΤΕΛΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ.