1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

99

χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωσσῶν· ἐκ πολλῶν δὲ πνευματικῶν ἀνθρώπων δεξαμένων διάφορα χαρί σματα ἡ Ἐκκλησία συνέστηκεν· εἰκότως κροσσοῖς ἀπείκασε χρυσοῖς τὴν τῶν χαρισμάτων διαίρεσιν. ∆ιῄρηνται γὰρ ἀπ' ἀλλήλων οἱ κροσσοὶ, καὶ πάλιν ἥνωνται ὡς τῆς αὐτῆς ἐξηρτημένοι στολῆς. 80.1197 "Ἀπενεχθήσονται παρθένοι τῷ βασιλεῖ ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. [ιʹ.] Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως." Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρ θένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν. Λέγει δὲ ὅμως καὶ ταύτας ἀκολούθους εἶναι τῆς βασιλίδος, καὶ εἰς τὸν βασιλικὸν σὺν αὐτῇ εἰσιέ ναι νεών. Ταύτην ἡμᾶς τὴν διαφορὰν ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε, φήσας· "Πολ λαὶ μοναὶ παρὰ τῷ Πατρί μου." Συνῳδὰ καὶ ὁ μακάριος ἔφη Παῦλος, "Ἐπειδὴ γὰρ δι' ἀνθρώ που ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνή σκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθή σονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι." ιζʹ. "Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Εἰπάτωσαν Ἰουδαῖοι, τίνας ἔσχον υἱοὺς πάσης ἄρξαντας τῆς οἰκουμένης; Ἀλλ' οὐκ ἂν δείξαντο· οὔτε γὰρ ἦρξαν, οὔτε ἄρχουσιν, ἀλλὰ τὴν ἐσχάτην δουλείαν δουλεύουσιν, οἱ δὲ θεῖοι ἀπό στολοι, πατέρας ἐσχηκότες τοὺς πατριάρχας, γῆς καὶ θαλάττης καὶ μετὰ θάνατον ἄρχουσιν οἷόν τινες ὕπαρχοι, καὶ στρατηγοὶ, καταστάντες ὑπὸ τοῦ παμ βασιλέως Χριστοῦ. Καὶ οἱ μετ' ἐκείνους δὲ, οὓς οὐκ ἄν τις ἁμάρτοι καλέσας τῆς Ἐκκλησίας υἱοὺς, οἱ νικη φόροι φημὶ μάρτυρες τὴν αὐτὴν ἐτάχθησαν διέπειν ἀρχὴν, καὶ πάντας ἔχουσι νῦν ὑπηκόους· τοὺς μὲν πόθῳ τοῦτο ποιεῖν αἱρουμένους, τοὺς δὲ τῷ φόβῳ βιαζομένους. ιηʹ, ιθʹ. "Μνησθήσομαι ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ταῦτα προθεσπίσας ὁ Ψαλμῳδὸς, ἐν ἑκάστῃ γενεᾷ διὰ τῶν κατὰ καιρὸν εὐσεβῶν τὸ ὄνομα τὸ θεῖον ἀνυμνεῖν ὑπισχνεῖται. Οὕτω γὰρ καὶ οἱ τρεῖς ἐξέδωκαν· "Ἀνυμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεὰν, διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς." Τῇ γὰρ ὑπ' ἐμοῦ συγγραφείσῃ χρώμενοι μελῳδίᾳ πάντες οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, καὶ διὰ ταύτης τὴν παρασχε θεῖσαν αὐτοῖς σωτηρίαν ἄνωθεν προῤῥηθεῖσαν μανθάνοντες, σὲ τὸν εὐεργέτην καὶ χορηγὸν τῶν ἀγαθῶν ἀνυμνοῦντες διατελέσουσι.

80.1200 ΕΡΜΗΝ. ΤΟΥ ΜΕʹ ΨΑΛΜΟΥ. 80.1200 αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων." Τὰ μετὰ πολλὴν

χρόνου περίο δον ἔνθεν ἐσόμενα προαγορεύων προφητικὸς λόγος, πάλιν εἰς τὸ τέλος ἐπέγραψε τὸν ψαλμὸν, ἀναμεῖναι τῆς προφητείας τὸ τέλος παρεγγυῶν. Προλέγει δὲ τὰς κατὰ τῆς Ἐκκλησίας γεγενημένας ἐπαναστάσεις, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν οὐρανόθεν βοή θειαν, καὶ τὴν νῦν πολιτευομένην εἰρήνην. Ἰστέον μέντοι, ὥς τινες εἰς τὸν Γὼγ καὶ Μαγὼγ ὑπέλαβον εἰρῆσθαι τὸν προκείμενον ψαλμόν· τινὲς δὲ εἰς τὸν Ἄχαζ, καὶ τὸν Φακεέ· ἄλλοι δὲ εἰς τὸν Ἐζεκίαν, καὶ τὸν Ἀσσύριον. ∆είξει δὲ σὺν Θεῷ φάναι ἡ κατὰ μέρος ἑρμηνεία, ὡς οὐδενὶ τῶν εἰρημένων ἁρμόττει ἡ τοῦ ψαλμοῦ διάνοια. βʹ. "Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοη θὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα." Προθεσπίσας ὁ προτεταγμένος ψαλμὸς περὶ τῆς ἐκ δυσσεβῶν ἐθνῶν συλλεγείσης Ἐκκλησίας, καὶ βασι λίδος γεγενημένης, καὶ δείξας τοὺς υἱοὺς αὐτῇ· ἄρχοντας πάσης ἀποφανθέντας τῆς γῆς, ὑποδεί κνυσιν ἐνταῦθα τοὺς γεγενημένους θορύβους ἐν ἀρχῇ τοῦ κηρύγματος, τῶν ἀντιλεγόντων ἐπανισταμένων, καὶ τοῖς πιστεύουσι πολεμούντων. Εἶτα προδιαγρά