1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

99

μυριάδες πολλαί, ὧν 205 Ἰαύδας τε καὶ Ὀρταΐας ἦρχον. συμβαλόντες δὲ πόλεμον, καὶ τῆς μάχης κραταιᾶς γενομένης, τὸν Γερμανοῦ ἵππον τις τῶν πολεμίων ἔκτεινεν. πεσὼν δὲ ἐπὶ γῆς Γερμανὸς εἰς κίνδυνον ἦλθεν, εἰ μὴ τὸ τάχος οἱ δορυφόροι φραξάμενοι ἔφερον ἵππον καὶ τοῦτον ἀνεβίβασαν. τρέπονται τοίνυν οἱ στρατιῶται, καὶ ὁ Στότζας ἐν τῷ θορύβῳ τούτῳ σὺν ὀλίγοις διαφυγεῖν ἴσχυσεν. ὁ δὲ Γερμανὸς τοῖς ἀμφ' αὐτὸν ἐγκελευσάμενος εὐθὺς ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ὥρμησε καὶ τοῦτο παρέλαβε πολέμῳ. ἐνταῦθα δὲ τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ λόγῳ ἁρπάζοντες τοῦ στρατηγοῦ λόγον οὐκ ἐποιοῦντο. δείσας δὲ ὁ Γερμανός, μὴ συμφρονήσαντες οἱ πολέμιοι ἐπ' αὐτὸν ἴωσιν, ἵστατο ὀδυρόμενος καὶ πρὸς εὐκοσμίαν τούτους παρακαλῶν. οἱ δὲ Μαυρούσιοι τὴν τροπὴν θεασάμενοι κατὰ τῶν στασιαστῶν ὥρμησαν καὶ τούτους ἐδίωκον σὺν τῷ τοῦ βασιλέως στρατῷ. Στότζας δὲ τὸ θάρσος εἰς αὐτοὺς ἔχων, ἑωρακὼς τὰ ὑπ' αὐτῶν γινόμενα μετὰ ρʹ εἰς φυγὴν ἐτράπη καὶ εἰς Μαυριτανίαν τὴν ἐνδοτέραν ἐχώρησεν. καὶ ἡ στάσις ἐν τούτοις ἐτελεύτα. Γερμανὸν δὲ σὺν ∆ομνίκῳ καὶ Συμμάχῳ μεταπεμψάμενος ὁ βασιλεὺς εἰς Βυζάντιον Σολόμωνι πάλιν τὰ τῆς Λιβύης πράγματα ἐνεχείρισεν, (τρισκαιδέκατον δὲ ἔτος ἦν τοῦτο τῆς Ἰουστινιανοῦ βασιλείας) παρασχόμενος αὐτῷ ἄρχοντάς τε ἄλλους καὶ Ῥουφῖνον καὶ Λεόντιον καὶ Ἰωάννην, τὸν Σισιννίου υἱόν. Σολόμων δὲ καταπλεύσας εἰς Καρχηδόνα μετρίως τὸν λαὸν ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλαττεν, διακοσμῶν τε τὸν στρατόν, [καὶ] εἴ τινα ὕποπτον ἐν αὐτῷ εὕρισκεν, εἰς Βυζάντιον ἔπεμπεν. Βελισάριος δὲ τήν τε Σικελίαν καὶ Ῥώμην ὑπὸ Οὐιττίου κατεχομένην καὶ τὰς πέριξ πόλεις παραλαβὼν Οὐίττιον εἰς Βυζάντιον πρὸς Ἰουστινιανὸν ἤγαγε μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ναρσῆν τὸν κουβικουλάριον μετὰ στόλου ἐν τῇ Ῥώμῃ πρὸς τὸ διακρατῆσαι τὰ ἐκεῖσε. Σολόμων δὲ τὰ ἐν Καρχηδόνι καὶ Λιβύῃ καλῶς διοικήσας κατὰ Μαυρουσίων ἐστράτευσεν. καὶ πρῶτον μὲν Γόνθαριν, τὸν αὐτοῦ δορυφόρον, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια, σὺν στρατεύματι ἔπεμψεν, ὅστις εἰς 206 Βίγαν ποταμὸν ἀφικόμενος εἰς Βαύγαϊν, πόλιν ἔρημον, ἐστρατοπεδεύσατο. ἐνταῦθα δὲ μάχης γενομένης, ἡττηθεὶς καὶ εἰς τὸ χαράκωμα ἀποχωρήσας ὑπὸ τῆς τῶν Μαυρουσίων προσεδρίας ἐπιέζετο. Σολόμων δὲ πλησίον γενόμενος καὶ ταῦτα μαθὼν κατὰ τάχος ἤει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσι καὶ εἰς τὸν Αὐρασίου ὄρους πρόποδα στρατοπεδεύουσιν. ὁ δὲ Σολόμων τούτοις συμβαλὼν εἰς φυγὴν ἔτρεψεν. οἱ δὲ Μαυρούσιοι ἐπὶ τὴν δυσχωρίαν τοῦ ὄρους ἔφυγον καὶ ἐπὶ Μαυριτάνους ᾤχοντο. Σολόμων δὲ τὰς ἐν Μουγάδῃ πεδιάδας ληϊσάμενος καὶ πᾶσαν τὴν γῆν αὐτῶν πυρπολήσας σῖτόν τε πολὺν κομισάμενος εἰς Ζερβούλην τὸ φρούριον ἀνέστρεψεν. ἔνθα Ἰαύδας σὺν δισμυρίοις Μαυρουσίοις προσέφυγεν. Ἰαύδας δὲ καταλιπὼν τὸ φρούριον εἰς τὸ τοῦ Αὐρασίου ὄρος εἰς ὕψος ἀναβὰς ἡσύχαζεν. Σολόμων δὲ Ζερβούλην τὸ φρούριον εἰς τρεῖς ἐπολιόρκησεν ἡμέρας, καὶ πάντα τὰ ἐν αὐτῷ ληϊσάμενος φύλακάς τε εἰς αὐτὸ καταστήσας ἐπὶ τὰ πρόσω ἐχώρει. καὶ διεσκοπεῖτο, ὅθεν εἰς τὴν κορυφὴν τοῦ ὄρους δυνηθείη γενέσθαι ἀποτόμου τε ὄντος καὶ πολλῇ δυσχερείᾳ κατεχομένου. ὁ δὲ θεὸς πόρον ἐν τῇ ἀπορίᾳ ἐποίησεν οὕτως. εἷς τῶν στρατιωτῶν τοῦ πεζικοῦ στρατοῦ, ὀπτίων ὤν, Γένζων ὀνόματι, εἴτε θυμῷ χρώμενος, εἴτε τι θεῖον αὐτὸν ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἀνέβαινε μόνος. ὀπίσω δὲ τούτου τινὲς συστρατιῶται ἠκολούθουν ἐν θαύματι μεγάλῳ ποιούμενοι τὸ γινόμενον, τρεῖς δὲ τῶν Μαυρουσίων οἱ εἰς τὸ φυλάσσειν τὴν εἴσοδον τεταγμένοι ἰδόντες τὸν ἄνθρωπον ὑπήντων δρόμῳ νομίσαντες πρὸς αὐτοὺς ἀνιέναι. ὁ δὲ καθ' ἕνα τούτους ἐρχομένους διὰ τὴν στενοχωρίαν τοῦ τόπου τόν τε πρῶτον ἀνεῖλεν, ὁμοίως καὶ τὸν ἄλλον σὺν τῷ τρίτῳ. τοῦτο κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. ὡς δὲ τὸ γενόμενον ἤκουσέ 207 τε καὶ εἶδεν ἡ