1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

100

δημώδη λογιστικὴν ἠσκημένοι ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. 3 τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίωμα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιρροίᾳ ὑδάτων αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθείσης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο καὶ ἐπανῄει ὅθεν ἐρρύη. 4 καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἷς ἐτύγχανον ἐντεθραμμένοι, καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσό μενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὲν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτους, μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαρ ραλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους τὰ στρατιωτικὰ ἐσκεδάν νυντο χρήματα. 5 ταῦτά τοι ἥ τε ἄλλη Θρᾴκη καὶ τὰ πρὸς αὐτῇ τῇ βασιλίδι πόλει χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρ βάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· ἐς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἀλα ζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην στρατοπεδεύσασθαι οὐ πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅ τι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελ θὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· ὅθεν δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατετα μένον ἐπίνειον τὴν ἐκείνου φέρεται προσηγορίαν. 6 οὕτω δὲ τῶν πολε μίων ὡς ἐγγύτατα αὐλιζομένων εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ' ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρή σεις καὶ σπάνιν τῶν ἀναγκαίων καὶ διαρρήξεις τοῦ περιβόλου. 7 τοι γάρτοι πολλάκις καὶ ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο καὶ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὥσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων· πάταγός τε πολὺς ᾔρετο ἐν τοῖς πωλητηρίοις τῶν θυρῶν βιαιότερον προσαρασσομένων. 8 οὐ μόνον 182 δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασιλεὺς δέ, οἶμαι, αὐτὸς οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ Εὐρωπαῖα μέρη καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος τῷ Βοσπόρῳ συναπολήγει. 9 τούτων δὴ οὖν ἁπάν των τά τε ἔντιμα τῶν ἀναθημάτων καὶ τὴν ἄλλην ἀφαιρούμενοι κατα σκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ' ἁμαξῶν φέροντες εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν δια περαιούμενοι ἐς τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ἐν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, ὥσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ' ἄρτι καθίστασθαι ἀρχομένους. 15. Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ Χρυσῇ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι καὶ ὁπλῖται πολλοὶ ἐφειστήκεσαν, ὡς δὴ προθύμως ἀμυνούμενοι τοὺς δυσμενεῖς, εἴ που ἐπίοιεν. 2 ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς οὐδὲ μετρίως γοῦν τὰ τοι αῦτα πεπαιδευμένοι, ἀλλ' ἐκ τῶν ταγμάτων ἐκείνων τῶν οἳ ἐς τὸ διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο, οὓς δὴ σχολα ρίους ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται καὶ ἐγγε γράφαται τοῖς τῶν καταλόγων βιβλίοις, εἰσὶ δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες καὶ μόνον, οἶμαι, ὄγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξευρημένοι. 3 καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλους τινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια