1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

100

καὶ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες αὐτοὶ τὴν ἐκείνων κατέχειν. 4 ἤμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον ἀπολεῖσθαι. αὐτίκα γοῦν Οὐλτίζουροί τε καὶ Βουρούγουνδοι μέχρι μὲν Λέοντος τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαίων γνώριμοί τε ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκουν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς πορρωτάτω μετανα στάντας. 5 ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾧ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν Οὔννων γένη ἐσῴζετο καὶ ἦσαν ἔτι ὀνομαστότατα. κατιόντες δὲ ὅμως οἱ Οὖννοι ἐς τὰ πρὸς νότον ἄνεμον οὐ πόρρω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὐτοῖς βουλομένοις. 6 τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου, τὰ μὲν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος καὶ ἦσαν ἤδη σκληρὰ καὶ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὔννων ἡγεμὼν σὺν πλείστοις ὅσοις ἱππόταις ἐπιδραμὼν καθάπερ χέρσον τὰς δίνας ἐς τὴν Ῥωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία καὶ μηδενὸς αὐτῷ κωλύ ματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅ γε Μυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος τῇ Θρᾴκῃ προσέβαλλεν. 7 ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλ λάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καὶ λεηλατή σοντας, ἑτέρους δὲ ἐς τὴν Χερρόνησον τὴν Θρᾳκίαν. 178

12. Τῆσδε δὲ τῆς Χερρονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον καὶ μέχρι τοῦ μεσημβρινοῦ κέντρου τῷ Ἑλλησ πόντῳ παρατείνεται. περιρρεῖ γὰρ σχεδόν τι ἅπασαν καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται, βραχεῖ τινι μέρει τῆς ἠπείρου καὶ μόνοις τεσ σαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. 2 ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται ξυνεχὲς ἐφ' ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἔνδοθεν αὐτῷ προσπεπηγυῖαι τυγ χάνουσιν Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ' αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Ση στός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόνον ἐπὶ τῷ λύχνῳ τῆς Ἡροῦς ἐκείνης τῆς Σηστιάδος καὶ τῷ Λεάνδρου ἔρωτι καὶ θανάτῳ. 3 οὐ πόρρω δὲ ταύτης καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καὶ ἀκαλλὲς καὶ οὐδὲν ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τάς γε μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἑσμὸς καὶ ῥείθρων ποτίμων γῆ τε εὐαλδὴς ἄγαν καὶ κάρπιμος κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. 4 τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων διενοεῖτο καθ' αὑτόν, ὡς εἴ γε τὸ τεῖχος καθέλοι καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὠνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενότατον ὄντα καὶ οὐ μάλα τραχεῖ κύματι χαρασ σόμενον εὐκολώτατα διαπλεύσας, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. 5 τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν ἐξηρεθισμένος ἔστειλε δύναμιν ἀνὰ τὴν Χερρόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο· αὐτὸς δὲ ξὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντίνου πόλεως πορευόμενος τούς τε ἀγροὺς ἐδῄου καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. 6 αἰτία δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδικία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμία, σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγούρους δυσμένειαν. Σάν 179 διλχος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο