κτῆμα· ἣ δὲ καὶ ἄνευ γραμμάτων ἐκπαιδεύεται, καὶ τὸ σύγγραμμα αὐτῆς τὸ ἰδιωτικὸν ἅμα καὶ θεῖον ἀγάπη 3.11.78.3 κέκληται, σύνταγμα πνευματικόν. Ἐξὸν δὲ ἀκροᾶσθαι μὲν σοφίας θεϊκῆς, ἀλλὰ καὶ πολιτεύσασθαι ἐξόν, ἀλλὰ καὶ τὰ ἐν κόσμῳ κοσμίως κατὰ θεὸν ἀγαγεῖν οὐ κεκώλυται. 3.11.78.4 Καὶ ὁ πωλῶν τι ἢ ὠνούμενος μή ποτε εἴπῃ δύο τιμάς, ὧν ἂν ἢ ὠνῆται ἢ πιπράσκῃ, ἁπλῆν δὲ εἰπὼν καὶ ἀληθεύειν μελετῶν, ἂν μὴ τυγχάνῃ ταύτης, τυγχάνων τῆς ἀληθείας 3.11.79.1 πλουτεῖ τῇ διαθέσει τῇ ὀρθῇ. Ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω, ἀπέστω δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁ ὅρκος. Καὶ ταύτῃ φιλοσοφούντων οἱ ἀγοραῖοι καὶ οἱ κάπηλοι· Οὐ γὰρ λήψῃ τὸ ὄνομα κυρίου ἐπὶ ματαίῳ, οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ 3.11.79.2 ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. Τοὺς δὲ παρὰ ταῦτα πράττοντας, τοὺς φιλαργύρους, τοὺς ψεύστας, τοὺς ὑποκριτάς, τοὺς καπηλεύοντας τὴν ἀλήθειαν, τῆς πατρῴας ἐξέβαλεν αὐλῆς ὁ κύριος, μὴ βουλόμενος ἀδίκου ἐμπορίας ἢ λόγων ἢ τῶν ἐξ ὕλης κτημάτων οἶκον εἶναι τὸν οἶκον τοῦ θεοῦ τὸν ἅγιον. 3.11.79.3 Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, ἀγάπην ἀνυπόκριτον κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους προσ3.11.79.4 εύξασθαι τῷ θεῷ. Πλεῖον τοῦτο ἐχέτω ἡ γυνή· κεκαλύφθω τὰ πάντα, πλὴν εἰ μὴ οἴκοι τύχοι· σεμνὸν γὰρ τὸ σχῆμα καὶ ἀκατάσκοπον· καὶ οὔποτε αὐτὴ σφαλήσεται πρὸ τῶν ὀμμάτων τὴν αἰδῶ καὶ τὴν ἀμπεχόνην θεμένη οὐδὲ ἄλλον εἰς ὄλισθον ἁμαρτίας ἐκκαλέσεται τὸ πρόσωπον ἀπογυμνουμένη. Τοῦτο γὰρ ὁ λόγος βούλεται, ἐπεὶ πρέπον αὐτῇ 3.11.79.5 ἐγκεκαλυμμένῃ προσεύχεσθαι. Τὴν δὲ Αἰνεία γυναῖκά φασι δι' ὑπερβολὴν σεμνότητος μηδὲ τῆς Τροίας ἁλισκομένης περιδεᾶ γενομένην ἀποκαλύψασθαι, ἀλλὰ καίτοι φεύγουσαν ἐκ τῆς ἐκπυρώσεως μεῖναι συγκεκαλυμμένην. 3.11.80.1 Τοιούτους δὲ ἐχρῆν παρ' ὅλον τὸν βίον φαίνεσθαι καὶ διαπλάττεσθαι τοὺς Χριστῷ τελουμένους οἵους σφᾶς ἐν ἐκκλησίαις ἐπὶ τὸ σεμνότερον σχηματίζουσιν, καὶ εἶναι, μὴ δοκεῖν εἶναι, τοιούτους, οὕτως πραεῖς, οὕτως εὐλαβεῖς, 3.11.80.2 ἀγαπητικοὺς οὕτως· νυνὶ δὲ οὐκ οἶδ' ὅπως συμμεταβάλλονται τοῖς τόποις καὶ τὰ σχήματα καὶ τοὺς τρόπους, καθάπερ καὶ τοὺς πολύποδας ταῖς πέτραις φασὶν ἐξομοιουμένους, αἷς ἂν προσομιλῶσιν, τοιούτους φαίνεσθαι καὶ 3.11.80.3 τὴν χροιάν. Τὸ γοῦν τῆς συναγωγῆς ἔνθεον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἀποθέμενοι τοῖς πολλοῖς ἐξομοιοῦνται, μεθ' ὧν καὶ διαιτῶνται· μᾶλλον δὲ ἐλέγχονται, τὴν ἐπίπλαστον ἀποθέμενοι τῆς σεμνότητος ὑπόκρισιν, οἷοι ὄντες 3.11.80.4 ἐλελήθεσαν· καὶ τὸν περὶ θεοῦ λόγον σεβασάμενοι καταλελοίπασιν ἔνδον οὗ ἤκουσαν, ἔξωθεν δὲ ἄρα μετὰ τῶν ἀθέων ἀλύουσι, κρουμάτων καὶ τερετισμάτων ἐρωτικῶν αὐλῳδίας τε καὶ κρότου καὶ μέθης καὶ παντὸς ἀναπιμπλάμενοι συρφετοῦ· τοῦτο δὴ ᾄδοντες καὶ ἀντᾴδοντες αὐτοὶ οἱ πρόσθεν ἐξυμνοῦντες ἀθανασίαν, ἐπὶ τέλει τὴν ἐξωλεστάτην κακοὶ κακῶς ψάλλοντες παλινῳδίαν· Φάγωμεν καὶ 3.11.81.1 πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Οἳ δὲ οὐκ αὔριον ἀληθῶς, ἀλλ' ἤδη τεθνήκασι τῷ θεῷ, θάπτοντες τοὺς σφετέρους νεκρούς, τουτέστιν αὑτοὺς εἰς θάνατον κατορύττοντες. Ἀντιτάσσεται δὲ αὐτοῖς εὖ μάλα ἐρρωμένως ὁ ἀπόστολος· Μὴ πλανᾶσθε· οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, καὶ ὅσα ἄλλα τούτοις ἐπᾴδει, 3.11.81.2 βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. Εἰ δὲ καὶ εἰς βασιλείαν θεοῦ κεκλήμεθα, ἀξίως τῆς βασιλείας πολιτευώμεθα θεὸν ἀγαπῶντες καὶ τὸν πλησίον. Ἀγάπη δὲ οὐκ ἐν φιλήματι, ἀλλ' ἐν εὐνοίᾳ κρίνεται. Οἳ δὲ οὐδὲν ἀλλ' ἢ φιλήματι καταψοφοῦσι τὰς ἐκκλησίας, τὸ φιλοῦν ἔνδον 3.11.81.3 οὐκ ἔχοντες αὐτό. Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ