100
ἐπληροφόρησεν, δείξας μοι τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν τῇ πλευρᾷ τὴν τρῶσιν. Καὶ πάλιν ἀπὸ τῆς πρώτης κυριακῆς ἀριθμήσαντες τεσσαράκοντα ἡμέρας, ἀπὸ κυριακῆς ἄχρι πέμπτης ἑορτάσατε τὴν ἑορτὴν τῆς ἀναλήψεως τοῦ Κυρίου, καθ' ἣν πληρώσας πᾶσαν οἰκονομίαν καὶ διάταξιν ἀνῆλθεν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα, καθίσας ἐκ δεξιῶν τῆς δυνάμεως καὶ περιμένων, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὃς καὶ ἐλεύσεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δυνάμεως καὶ δόξης πολλῆς, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ τότε ὄψονται τὸν ἀγα πητὸν Υἱὸν τοῦ Θεοῦ, ὃν ἐξεκέντησαν, καὶ ἐπιγνόντες αὐτὸν κόψονται ἐφ' ἑαυτοῖς φυλὴ κατὰ φυλὴν, καὶ αἱ γυναῖκες αὐτῶν κατ' ἰδίαν. Καὶ γὰρ καὶ νῦν δεκάτῃ τοῦ Γορπιαίου μηνὸς συναθροιζόμενοι τοὺς Θρήνους Ἱερεμίου ἀναγινώσκουσιν, ἐν οἷς εἴρηται· «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθο ραῖς αὐτῶν», καὶ τὸν Βαρούχ, ἐν ᾧ γέγραπται· «Oὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδειξεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς êφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ ὅταν ἀναγνῶσιν, κόπτονται καὶ θρηνοῦσιν, ὡς μὲν αὐτοὶ νομίζουσιν, τὴν ἐρημίαν τὴν ὑπὸ Ναβουχοδονόσορ γενομένην, ὡς δὲ ἡ ἀλήθεια ἔχει, προοίμια ποιοῦνται ἄκοντες τοῦ μέλλοντος αὐτοὺς καταλαμβάνειν πένθους. Μετὰ δὲ δέκα ἡμέρας τῆς ἀναλήψεως, ἥτις ἀπὸ τῆς πρώτης κυριακῆς πεντηκοστὴ γίνεται, ἑορτὴ μεγάλη ὑμῖν ἔστω· ἐν αὐτῇ γὰρ ὥρᾳ τρίτῃ ἀπέστειλεν εἰς ἡμᾶς ὁ Κύριος Ἰησοῦς τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, καὶ ἐπλήσθημεν αὐτοῦ τῆς ἐνεργείας καὶ γλώσσαις καιναῖς ἐλαλήσαμεν, καθὼς ἐκεῖνο ὑπήχει ἐν ἡμῖν, καὶ ἐκηρύξαμεν Ἰουδαίοις τε καὶ ἔθνεσιν, αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ τὸν ὡρισμένον ὑπ' αὐτοῦ κριτὴν ζώντων καὶ νεκρῶν. Τοῦτον Μωϋσῆς μαρτυρῶν ἔλεγεν· «Ἔλαβεν Κύριος παρὰ Κυρίου πῦρ καὶ ἔβρεξεν.» Τοῦτον εἶδεν Ἰακὼβ ὡς ἄνθρωπον καὶ εἶπεν· «Eἶδον Θεὸν πρόσωπον πρὸς πρόσω πον, καὶ ἐσώθη μου ἡ ψυχή.» Τοῦτον Ἀβραὰμ ξενοδοχήσας κριτὴν ὡμολόγει καὶ ἑαυτοῦ Κύριον. Τοῦτον Μωϋσῆς ἐπὶ τῆς βάτου τεθέαται· περὶ τούτου ἐν ∆ευτερονομίῳ ἔλεγεν· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ