100
τὰ πέρατα τῆς γῆς, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν ∆αμασκοῦ, τὰς δ' ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς ὼς πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ' ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ' ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ' εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὃ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλί 182 κονδε ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν ∆αμασκοῦ, καὶ τὰ λεγόμενα σκῦλα Σαμαρείας ἐναντίων ον βασιλέως Ἀσσυρίων, καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα· καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ' αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν ∆αμασκοῦ, καὶ ποῖα σκῦλα Σαμαρείας, ἢ ποίων Ἀσσυρίων ἐναντίον, μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους. Ψ. ʹ. Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ· καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ ἐν τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη. Ψ. Ζʹ. Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ 183 ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης 183 βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον ∆αυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν {2}2τῶν οʹ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος χρημα{2}2τίζει· κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ {2}2ὄνομα αὐτοῦ ἐστιν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς {2}2δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης· καὶ κατὰ τὸν {2}2Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παραδοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι εν παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ'