1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

100

συνθλιβομένου πυρὸς ἁγνοῦ. τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν. 5.8.11 καὶ πάλιν ὁ Ἀπόλλων· ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ, θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσιν κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος λεπταλέων ὑμένων· μαλακὸν δ' ἐνέπλησε χιτῶνα, ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον· αὐλοῦ δ' ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.» 5.8.12 Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει· «Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ' ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ, διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.» 5.8.13 Ἀλλ' ὅτι μὲν ἀναγκάζονται, ἱκανὰ καὶ ταῦτα παραστῆσαι. ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι, ὡς οὐκ ἐπ' αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης, μάθοις ἂν ἐκ τούτων· 5.9.1 θʹ.

ΟΤΙ ΟΥ∆Ε ΑΦ' ΕΑΥΤΩΝ ΑΝΑΧΩΡΕΙΝ ∆ΥΝΑΝΤΑΙ «Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ τοιαῦτα, λεγόντων· λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ. 5.9.2 καὶ πάλιν· τίπτ' ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε; 5.9.3 καὶ πάλιν· ἕρπε καὶ ὀτραλέως ἐπιέρχεο, τόνδε σαώσας. 5.9.4 καὶ πῶς ἀπολύειν αὐτοὺς χρή, αὐτὸς διδάξει λέγων· παύεο δή, περίφρων, ὀάρων, ἀνάπαυε δὲ φῶτα, θάμνων ἐκλύων πολιὸν τύπον ἠδ' ἀπὸ γυίων Νειλαίην ὀθόνην χερσὶ στιβαρῶς ἀπαείρας. 5.9.5 καὶ τὴν ἀπόλυσιν εἶπεν· ὑψίπρῳρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν,» 5.9.6 καὶ τὰ τούτοις ἐπιλελεγμένα. οἷς ἐπιφέρει· «καὶ βραδυνόντων ἀπολῦσαι φησίν· σινδόνος ἀμπέτασον νεφέλην λῦσόν τε δοχῆα. καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκεν τοιαύτην· 5.9.7 Ναϊάδες Νύμφαι, Μούσαις μίγα λύετε Φοῖβον ᾄδουσαι θείαις ἑκατηβόλον Ἀπόλλωνα. 5.9.8 καὶ πάλιν ἄλλοτέ φησιν· λύσατέ μοι στεφάνους καί μευ πόδας ὕδατι λευκῷ ῥάνατε καὶ γραμμὰς ἀπαλείψατε, καί κε μόλοιμι. χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσὶν ψήχετέ τ' ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου· ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες, ἑταῖροι.» 5.9.9 Οἷς ἐπιλέγει ὁ συγγραφεύς· «Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.» 5.9.10 ∆εδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς μήτε μέγα μήτε ἀληθῶς θεῖον ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσιν πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκεσθαί τε οὐ δι' ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ' εἰ μόνον τὰ τῆς περιέργου γοη5.9.11 τείας μετέλθοιέν τε καὶ διαπράξοιντο. οὔτ' οὖν ὀρθῶς ὁ Ῥόδιος Πυθαγόρας οὔθ' ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ' ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ' οὐδ' ἀγαθοὺς δαίμονας τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ' ἑαυτοῖς 5.9.12 ἔχοντας. εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεῖττον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἶεν θεοὶ <οἱ> μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλαις ἀσήμοις καὶ βαρβάροις ἠχαῖς τε καὶ φωναῖς κηλούμενοι καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σῴζειν ἐφ' 5.9.13 ἑαυτοῖς δύναμιν; πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐ5.9.14 τοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; εἰ γὰρ ἐπ' ἀγαθῷ ποιοῦνται τὴν πάροδον ἀγαθοὶ ὄντες καὶ εἴπερ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας