100
ἔτη κʹ, κατὰ δὲ Ἀφρικανὸν ἔτη λαʹ. κατὰ τοῦτον τὸν Ἀρίφρονα ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχή, ὡς πάντες συμφωνοῦσι. τοῦ δὲ κόσμου ἦν ἔτος δχναʹ.
ΛΑΚΕ∆ΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Λακεδαιμονίων ςʹ ἐβασίλευσεν Ἀγησίλαος ἔτη
μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξζʹ. Λακεδαιμονίων ζʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχιαʹ. 218 Λακεδαιμονίων ηʹ ἐβασίλευσε Τήλεκλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. Λακεδαιμονίων θʹ ἐβασίλευσεν Ἀλκαμένης ἔτη λζʹ. οὗτος τελευταῖός ἐστι τῆς πρώτης οἰκίας. τῆς δὲ δευτέρας οἰκίας κατὰ τοὺς αὐτοὺς χρόνους ἐβασίλευσαν ἓξ βασιλεῖς. τοῦ δὲ κόσμου ἦν ἔτος δψιαʹ. Ἀπολλόδωρος Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους. ἐν Λακεδαιμο νίᾳ πρῶτος ἔφορος κατεστάθη.
ΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ Κορινθίων ζʹ ἐβασίλευσεν Εὔδημος ἔτη κεʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δχλδʹ. Κορινθίων ηʹ ἐβασίλευσεν Ἀριστομήδης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχνθʹ. Κορινθίων θʹ ἐβασίλευσεν Ἀγήμων ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχζδʹ. Κορινθίων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψιʹ. Κορινθίων ιαʹ ἐβασίλευσε Τελέστης ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψλεʹ. Κορινθίων ιβʹ ἐβασίλευσεν Αὐτομένης ἔτος ἕν. τοῦ δὲ κόσμου ἦν ἔτος δψμζʹ. Οἱ Λακεδαιμονίων βασιλεῖς καὶ οἱ Κορινθίων ἕως τοῦδε τοῦ χρόνου διήρκεσαν ἔτεσι τνʹ, μεθ' οὓς ἐνιαύσιοι πρυτάνεις, ὡς μὲν τινές, ἐπὶ Αἰ σχύλου ἄρχοντος καὶ τῆς πρώτης ὀλυμπιάδος, ὡς δὲ ἕτεροι, μετὰ ταῦτα, ὡς πρόκειται.
ΚΟΣΜΟΥ ΕΤΗ Βασιλέων Ἰούδα καὶ Βενιαμὶν ἔτη Ὧν πρῶτος ἐβασίλευσε
Ῥοβωὰμ υἱὸς Σολομῶντος ἔτη ιζʹ. τοῦ δὲ κό σμου ἦν ἔτος δφιʹ. 219 Ῥοβωὰμ υἱὸς Ναάμας τῆς Ἀμανίτιδος μόνος ἄρσην ἐγένετο παῖς τῷ Σολομῶντι ἐκ χιλίων γυναικῶν, καὶ αὐτὸς ἀνάξιος τῆς βασιλείας ὡς ἀλ λοφύλου γέννημα μητρός. τούτῳ πολεμῶν ὁ Ἱεροβωὰμ οὐκ ἐπαύετο, αὐ τός τε σὺν τῷ Ἰούδα τοῖς εἰδώλοις προσέσχε καὶ τελευτᾷ βασιλεύσας ἔτη ιζʹ. Τῷ εʹ ἔτει Ῥοβωὰμ υἱοῦ Σολομῶν, τοῦ δὲ κόσμου δφιζʹ, ἀνέβη Σου σακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε πάντας τοὺς θη σαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ πάντα τὰ ὅπλα τὰ χρυσᾶ. Ὁ Ἀβιὰ πολεμῶν τῷ Ἱεροβωὰμ ἀπέκτεινε τοῦ Ἰσραὴλ μυριάδας νʹ. Τοῦ Ἰούδα ἐβασίλευσε βʹ Ἀβιὰ υἱὸς Ῥοβωὰμ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦνἔτος δφκζʹ. Τοῦ Ἰούδα γʹ ἐβασίλευσεν Ἀσὰ υἱὸς Ἀβιὰ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦνἔτος δφλʹ. Οὗτος ἀποστὰς τῆς πατρικῆς ἀσεβείας τὰ εἴδωλα καθεῖλε καὶ τὰ ἄλση ἐξέκοψε, τὴν ἑαυτοῦ τε μητέρα ἔπαυσε τοῦ εἰδωλομανεῖν. Οὗτος Ζαρὲ τὸν Αἰθίοπα κατὰ τῆς Ἰουδαίας στρατεύσαντα μετὰ πλή θους Λιβύων ἐτροπώσατο ἐν μυριάσιν ρʹ ἐπελθόντα. Ἑβραίων ἀρχιερεὺς Ἀβιμέλεχ ἐγνωρίζετο. προεφήτευον δὲ Ἀχιά, Σαμαίας καὶ ὁ ἐπὶ τοῦ ἐν Σαμαρείᾳ θυσιαστηρίου Ἰηού, Ἰωήλ, Ἀζαρίας ὁκαὶ Ἀδδὼ καὶ ὁ υἱὸς αὐτοῦ Ζαχαρίας ὁ καὶ Ἰωδή, Ἀνανὶ καὶ Ἰωπᾶς Τοῦ Ἰούδα ἐβασίλευσε δʹ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἔτη κεʹ. τοῦ δὲ κόσμουἦν ἔτος δφοαʹ. Καὶ οὗτος εὐσεβής, ὡς ὁ πατὴρ αὐτοῦ Ἀσά, ἐξάρας τὴν εἰδωλολατρείαν πλὴν τῶν ὑψηλῶν. οὗτος τῷ Μωυσέως νόμῳ τὸν Ἰσραὴλ ἐξεπαίδευσε. πρὸς Ἀχαὰβ δὲ εἰρηνεύων κατεγινώσκετο. 220 Προεφήτευεν Ἰηού, προεφήτευεν Ἀνανί, προεφήτευον παρ' ἙβραίοιςἩλίας, Ἰηού, Ἀβδιού, Ὀζιήλ, Μιχαίας. ψευδοπροφῆται δὲ ΣεδεκίαςἘλιέζερ καὶ ἕτεροι. Ἰωσαφὰτ σὺν τῷ Ἀχαὰβ ἦν πολεμῶν. τῶν ἀλλοφύλων ἐπὶ Ἰωσαφὰτ καὶ τῶν Ἰουδαίων συνελθόντων ἀλλήλους κατέσφαξαν θείᾳ ῥοπῇ. Τοῦ Ἰούδα εʹ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ ἀσεβὴς ἔτη ηʹ. τοῦ δὲκόσμου ἦν ἔτος δφζςʹ. Οὗτος ἀνεῖλε τοὺς ἰδίους ἀδελφοὺς καὶ ἐκ τῶν ἀρχόντων τοῦ λαοῦ, δεινῶς τε νοσήσας τὰ ἔντερα σὺν τῇ κοιλίᾳ κατέσπασε. Τούτου τῷ ζʹ ἔτει Ἡλίας ὁ Θεσβίτης ἀνελήφθη. τοῦ δὲ κόσμου ἦν ἔτος δχβʹ. Προεφήτευον