100
καίτοι τῶν ἀντιτεταγμένων ὄντες ἐλάσσους πολλῷ, καὶ ἐπιόντες αὐτοῖς παρὰ πόλιν οἰκείαν στρατοπεδευομένοις, 1.281 οὔτε ἔδεισαν οὔτε ἐθορυβήθησαν οὐδαμῶς· ἀλλὰ ἐγγὺς γενόμενοι Φερῶν ὅσον συναναμίγνυσθαι αὐτοῖς, ἔστησαν ἀνάπλεῳ ὁρμῆς διὰ πάσης τῆς ἡμέρας προκαλούμενοι ἐς μάχην. ἐπεὶ δὲ οὐδεὶς αὐτοῖς ἀντεπεξῄει, μικρὸν ἐκκλίναντες, ηὐλίσαντο τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν πάλιν φραξάμενοι ἅμα ἕῳ, ὡς ἐς μάχην ἔστησαν παρατεταγμένοι, καὶ πέμψαντες ἡμᾶς προὐκαλοῦντο ἐς τὴν μάχην· ἡμῶν δὲ οὐδὲ ἀντιβλέπειν ὑπομενόντων καὶ φανερῶς τὴν συμπλοκὴν ἀπειπαμένων, ἀναστρέψαντες μεθ' ὅσης ἂν εἴποις τῆς εὐταξίας, ἐστρατοπεδεύσαντο ἐν Ζίχνα. τῇ δὴ οὕτω πανταχόθεν συγκεκροτημένῃ στρατιᾷ, καὶ ὑπὸ στρατηγοῖς ἀγομένῃ πολλοῖς τε καὶ ἀγαθοῖς, ἀνάγκης χωρὶς οὐκ ἂν συγχωρήσαιμι συμπλέκεσθαι ἐγώ. νυνὶ δὲ καὶ τῆς ἑσπερίου στρατιᾶς ἁπάσης, πολλῆς τε καὶ αὐτῆς καὶ ἀγαθῆς οὔσης, προσκεχωρηκυίας βασιλεῖ, ἔτι μᾶλλον ἀπορώτερα τὰ πρὸς τὸν πόλεμον αὐτῶν καθέστηκε.» Τοιαῦτα εἰπόντος τοῦ Χρέλη, ὅ,τε Κράλης ἐπείθετο καὶ οἱ ἄλλοι ἡγεμόνες τῆς στρατιᾶς, καὶ ἤδη ἀπέσχοντο ταῖς γνώμαις τοῦ πρὸς βασιλέα πολεμεῖν· ἔμενον δὲ ὅμως ἐπὶ τῆς αὐτῆς στρατοπεδείας. βασιλεὺς δὲ ἐκ τῆς Ἀχρίδος μετὰ ὀγδόην ἡμέραν ἄρας, ἦλθεν εἰς Πελαγονίαν, τὴν εἰς Καστορίαν ἐκλιπὼν ὁδὸν, ἅμα μὲν, ἵνα καὶ τὰ ἐκεῖ περιποιήσηται πολίχνια καὶ τὴν ἄλλην χώραν, ἅμα δ', ἐπεὶ καὶ τὸν Κράλην ἐν ὁρίοις πύθοιτο τῆς σφετέρας ἀρχῆς εἶναι, ἵνα μὴ δοκοίη φό 1.282 βῳ τῷ πρὸς αὐτὸν ἀποσχέσθαι τῆς ὁδοῦ. οἱ μέντοι Ῥωμαίων φυγάδες ὡς ἐπύθοντο διὰ Πελαγονίας ἰέναι βασιλέα, τῷ Κράλῃ προσιόντες, ἠνάγκαζον συμπλέκεσθαι βασιλεῖ, ἤδη οὐ πολὺ ἀπέχοντι αὐτῶν. ὁ Κράλης δὲ ἀπεκρίνατο, μήτε νῦν μήτε εἰσαῦθις ἑκὼν πολεμήσειν βασιλεῖ, ἐὰν μὴ αὐτὸς ἐπίῃ· αὐτοῖς δὲ τὴν δυνατὴν βοήθειαν εἰσενηνέχθαι, δυοκαίδεκα τάγματα ἅμα στρατηγοῖς παρασχόμενος ἐν Φεραῖς αὐτοῖς ἐπικουρεῖν. νυνὶ δὲ αὐτῷ καὶ τούτου ἕνεκα μεταμέλειν, ὅτι πρὸς οὐδὲν ἠδικηκότα πόλεμον ἤρατο ἐξ αἰτίας οὐδεμιᾶς. βασιλέας δὲ Ῥωμαίων πρὸς ἀλλήλους διαφερομένους, αὐτοὺς ἂν εἰδέναι, ὅπως τε πολεμήσουσιν ἀλλήλοις καὶ καθότι ξυμβήσονται, ἐμὲ δὲ μηδὲν ὑπ' οὐδενὸς ἠδικημένον, οὐδ' αὐτὸν πολεμήσειν οὐδενὶ, ἕως ἂν μὴ ἀδικῶμαι. οἱ μὲν οὖν τοιαύτης τυχόντες τῆς ἀπολογίας, καὶ τῆς μόνης ὑπολειπομένης ἐλπίδος σβεννυμένης, ἐθορυβοῦντο σφοδρῶς. οὐ μὴν ἀπέσχοντο τοῦ μὴ σφόδρα μετὰ σπουδῆς πολλῆς πρὸς τὸν κατὰ βασιλέως πόλεμον τὸν Κράλην ἐξορμᾷν. πείθειν δὲ ἐπιχειροῦσι καὶ δεομένοις μὴ ἐᾷν αὐτοὺς ἀτιμωρήτους, ἐπεὶ καὶ τῶν Τριβαλῶν παρῆσαν οἱ ἐν τέλει, «οὐ δέον,» εἶπον «ὦ οὗτοι, αὐτούς τε εἰκῆ καὶ μάτην κατατρίβεσθαι ἐπιχειροῦντας ἀνηνύτοις, καὶ ἡμᾶς ἀποκναίειν ἃ μὴ προσήκει δεομένους. πρότερον γὰρ ἐχρῆν, τοῦ πρὸς βασιλέας τοὺς ὑμῶν δεσπότας πολέμου κινουμένου, αὐτοὺς πᾶσαν πρόφασιν σκανδάλου περιαιρεῖν καὶ τὴν εἰρήνην ἐκ παντὸς τρόπου ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις ἐκπορίζειν, εἰδότας, ὡς τοῦτο αὐτὸ βασιλεῦ 1.283 σί τε καὶ ὑμῖν καὶ τῷ κοινῷ λυσιτελεῖ Ῥωμαίων. ὑμεῖς δὲ τοὐναντίον ἅπαν αὐτοί τε ἐφαίνεσθε ποιοῦντες καὶ τοῖς ἄλλοις παραινοῦντες. τὰς γὰρ πόλεις ἁπάσας περιϊόντες, τοὺς μὲν τῷ πρεσβυτέρῳ βασιλεῖ τὸν πρὸς βασιλέα τὸν νέον πόλεμον συναιρομένους ἐπῃνεῖτέ τε καὶ ἐπηγγέλλεσθε θαυμάσι' ἄττα, τοὺς δὲ τὴν εἰρήνην ἄγειν αἱρουμένους καὶ τοὺς ἄλλους πείθοντας, ὡς τὰ τοῦ νέου βασιλέως πράττοντας ἐπίσης ἐχρῆσθε πολεμίοις, καὶ τὸν πόλεμον ἐγείρειν ἐσπουδάζετε τρόπῳ παντί. ἃ οὖν ἐσπουδάζετε τότε, στέργοιτ' ἂν παρόντα νῦν δικαίως. ἡμεῖς δὲ Κράλῃ τῷ ἡμετέρῳ παραγγέλλομεν δεσπότῃ, μὴ πρὸς βασιλέα πόλεμον κινεῖν, μηδὲ ἀδικεῖν ἐθέλειν προεπιχειροῦντα, λογιζόμενον, ὡς καὶ παρὰ θεῷ τίσις ἐστὶ τοῖς ἀδίκως πραττομένοις τοῖς ἀνθρώποις· ἐὰν δὲ αὐτὸς ἐπίῃ, ἀμύνεσθαι παντὶ σθένει. εἰ μὲν οὖν πείθοιτο ἡμῖν βουλευομένοις, καλῶς ἂν ἔχοι· εἰ δ' οὖν, ἀλλ' αὐτὸς ἀπελθὼν διαφερέτω τὸν πόλεμον μόνος, συμπαραλαβὼν ὑμᾶς· ἡμῶν γὰρ ἀφίξεται οὐδείς.» Τοιαῦτα εἰπόντων τῶν Τριβαλῶν, ὁ Κράλης τε ἐπείθετο καὶ πρὸς τοὺς Ῥωμαίους