100
τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ακρα ειχετο, εφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ αμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος "χαῖρε, ω δέσποτα" εφη. "καὶ σύ γε" ὁ Κῦρος ειπεν "ω Κροῖσε. ἀτὰρ ἐθελήσαις αν συμβουλεῦσαί μοί τι;" "βουλοίμην αν" εφη "ω Κῦρε." εφη τοίνυν "ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν εχειν τὴν πλουσιωτάτην τῶν ἐν ̓Ασίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ' αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι." ὁ δὲ Κροῖσος "ἀλλ' ἐμέ" εφη "εασον λέξαι πρὸς ους αν ἐγὼ Λυδῶν ἐθέλω οτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ισθι σοι εσεσθαι παρ' ἑκόντων Λυδῶν πᾶν ο,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς" ειπε "θησαυροὺς πέμπε καὶ λάμβανε οσα βούλει." Ταῦτα μὲν ουν ουτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ' ἑξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα 1.252 παραδοίη ὁ Κροῖσος χρήματα. ειτα ει τις ἑώρακε τὸν ̓Αβραδάταν ηρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν οτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ιππον ηλαυνεν ἐπ' ἐκεῖνον. καὶ ὡς ειδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ ειπε "φεῦ, ω ἀγαθὴ καὶ πιστὴ ψυχή." ἡ δὲ γυνή "οιδ' οτι δι' ἐμέ" εφη "ταῦτα επαθεν, ισως δ', ω Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτῷ οπως σοι φίλος αξιος λόγου φανείη, αὐτός τε τί αν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ ουτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ' ἡ παρακελευομένη ζῶσα παρακάθημαι." καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, επειτα πολλὰ τοῦ πάθους ειπε παρηγορήματα, ειτ' ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ ειπε παραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ανδρα ἑνὶ ἱματίῳ. ἡ μὲν ουν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν αμφω. καὶ οἱ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς οντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ῃσθετο τὸ εργον τῆς γυναικός, ἠγάσθη τε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς εχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς. Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἱ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ ̔Ελλήσποντον δῶρα πλεῖστα 1.253 τῷ Κύρῳ παρέσχον, ωστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν οπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρυγῶν βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ υπαρχοι, εἰς χεῖρας ηλθεν ̔Υστάσπᾳ. καὶ ὁ ̔Υστάσπας καταλιπὼν ἐν ταῖς ακραις φρουρὰς Περσῶν, ἀπῄει αγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρυγῶν πολλοὺς ἱππέας καὶ πελταστάς. ̔Ο δὲ Κῦρος ὡρμᾶτο ἐκ Σάρδεων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ' εχων σὺν ἑαυτῷ αγοντα πλείστας ἁμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα εχοντα ἀκριβῶς οσα ην ἐν ἑκάστῃ ἁμάξῃ. ος καὶ ἐδίδου τῷ Κύρῳ τὰ γράμματα· ὁ δὲ Κῦρος ειπε "σὺ μὲν καλῶς ἐποίησας, ω Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι αξουσι ταῦτα, ην δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται." ηγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους. ̓Ιὼν δ' ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο ̓Αραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μεῖον τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ιππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας αγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς,