100
ἑπτὰ μὲν γὰρ ησαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι. Βύκηνον. ἡ σάλπιγξ. ( ̔Ρῆμα.) Βυκηνίζω. σαλπίζω. Βύουσι. φράττουσι, καλύπτουσιν. ενθεν καὶ ἀκρόβυστος, ὁ τὸ ακρον βεβυσμένον εχων. Πισίδης· ἐρῶ δέ σοι νῦν, ειπερ οὐ βύειν θέλεις. Βύσωσι. φράξωσι. Βυσσοδομοῦντεσ. ἐκ βάθους σκεπόμενοι. Βυσσοδομεύειν. τὰ κεκρυμμένα βουλεύεσθαι καὶ ἐνθυμεῖσθαι καὶ οἱονεὶ ἐν βυθῷ τινὶ οἰκοδομεῖν. Βύω. τὸ ἀσφαλίζω. ( ̓Επίῤῥημα.) Βύζην. ἀθρόως, πυκνῶς, ἐπαλλήλως. ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῇ ἐπιτυχούσῃ υλῃ βύζην ἐνέπλησε. καί· βύζην τὰς τριήρεις ὁρμίζοντες. Τὸ Β μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Βῶλοσ. ονομα κύριον. καὶ βῶλος τὸ βωλάκιον, καὶ βῶλος ἡ γῆ. παρὰ τὸ βῶ τὸ τρέφω, οθεν καὶ βῶστρον, γίνεται βῶλος, ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος λίθαξ. η παρὰ τὸ ὑπὸ τῶν βοῶν beta.413 ἀλοᾶσθαι, κοπτομένη. η παρὰ τὸ πωλεῖσθαι, καὶ συνεχῶς περὶ αὐτὴν στρέφεσθαι. οιον· ου τί ποτ' εἰς ἀγρὸν πολέσκετο. Βωμολόχοι. ἀπατεῶνες, πανοῦργοι, ἀσεβεῖς, ἱερόσυλοι· τινὲς γὰρ ἐν τοῖς βωμοῖς λοχῶντες καὶ ἐνεδρεύοντες τὰ τοῖς θεοῖς συναγόμενα ἀπεσύλων. κυρίως δὲ οἱ μετὰ κολακείας προσαιτοῦντες, καὶ οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες. Βώμαξ. ὁ βωμολόχος. ἀπὸ τοῦ βωμοῦ. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Βωμόσ. τέμενος, ἱερόν. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν. Βωνίτησ. ὁ βουκόλος. Βῶνοσ. στρατηγὸς τῆς Μυσίας τῆς παρὰ τῷ Ιστρῳ ποταμῷ, ἀνὴρ συνετὸς εἰς ακρον. ος ην ἐπὶ ̓Ιουστινιανοῦ. Βώνυσοι. αποικοι. Βώξ. ὁ βάτραχος, η ειδος ἰχθύος. ος ἱστορεῖται εχειν φωνήν. παρὰ τὸ βοὴ γίνεται βόαξ καὶ κράσει βώξ. φασὶ δὲ καὶ δισυλλάβως λέγεσθαι. ̓Αριστοφάνης· ἀλλ' εχουσι γαστέρα μεστὴν βοάκων. καὶ Φερεκράτης· οὐκ εστιν αλλος οὐδεὶς η βοάξ. Βῶροι. ὀφθαλμοί. Βώτορεσ. οἱ νομεῖς. παρὰ τὸ βῶ, βέβοται, βοτὴρ καὶ βωτήρ. ὡς ἐλάστης, ἐλαστήρ. καὶ ἐπεκτάσει βώτωρ. ὡς Μέντης Μέντωρ. Βώχανοσ. κύριον. Βωμόσ. ὑψηλὸς τόπος. τοῦ θεολόγου· *βωμῷ beta.414 μὲν οὐκ ἐδεήθη τῆς κενῆς δόξης. καὶ τοῦτο περὶ τοῦ Κράτητος λέγεται· ἀνέβη γὰρ ἐπὶ βωμὸν ηγουν ὑψηλὸν τόπον καὶ δημοσίᾳ ειπεν· οτι Κράτης ἐλευθεροῖ τὸν Κράτητα. (Θηλυκόν.) Βωδόνη. πόλις Πεῤῥαβική. Βῶλοσ. ἡ γῆ. Βῶλος αρουρα. ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων· ὁμοίως τῷ· θαλάττῃ ἐκ χαράδρας υδωρ. Βώσ. ἡ βύρσα. ὡς τό· βῶν ἀζαλέην. βῶν δὲ τὸ σκουτάριον λέγεται· ἀζαλέην δὲ, τὴν κατάξηρον. Βωτιάνειρα γῆ. ἡ τρέφουσα τοὺς ανδρας. ὡς σωτὴρ σώτειρα, ουτως ἀνὴρ ανειρα, καὶ μετὰ συνθέσεως τοῦ βῶ, βωτιάνειρα. †Βωταλίσ. ἡ νυκτερίς.† (Οὐδέτερον.) Βώτιον. χώρα παρὰ τὴν Ιλιον. εἰς ο καταχθεὶς ̓Αγαμέμνων ἐπεβώσατο τὴν Αρτεμιν, εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη ουτως ἀπὸ ταύτης τῆς αἰτίας. Βωμακεύματα. τὰ βωμολοχεύματα. οἱ δὲ τὰ εὐτράπελα καὶ γελωτοποιὰ, η τὰ κολακικά. αλλοι δὲ τὰς συκοφαντίας η τὰ πανουργεύματα. ( ̔Ρῆμα.) Βωθύσσειν. ὁρμᾷν. Βωθεύοντασ. βοηθοῦντας. Βωμολοχεύσαιτο. ἀντὶ τοῦ ἀγοραῖον τὶ ειποι η εὐτελές. ουτως ̓Αριστοφάνης. beta.415 Βώσεσθε. βιώσεσθε. Βώσαντι. κράξαντι. Βωσόμεθα. καλεσόμεθα, μαρτυρούμεθα. Βωστρεῖν. βοᾷν, καλεῖν. παρὰ τὸ βῶ, βοάζω, βοάστης, ειρηται ῥῆμα βοαστρῶ· ὡς ἀπὸ τοῦ ἐλεῶ ἐλεάζω, ἐλαστὴς, καὶ ἐλαστρῶ. Βώοσον. βοήθησον. ουτως Κρατῖνος. beta.416 †Βωτεῖν. τὸ ἀροτριᾷν.† Βωτεῖν. ἀντὶ τοῦ ἀροῦν. ουτω Λάκωνες. Βῶ. τὸ πατῶ, ἐξ ου καὶ βότρυς. Βῶ. τὸ τρέφω, ἐξ ου καὶ βοῦς. Βῶ. τὸ βαίνω, ἐξ ου καὶ βῆμα. Βῶ. τὸ λέγω, ἐξ ου κατὰ παραγωγὴν βάζω. gamma.415 Γ. Τὸ Γ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Γαβριήλ. ονομα κύριον, ἑρμηνεύεται δὲ θεὸς καὶ ανθρωπος. Γαλαθηνόσ. ὑπομάζιος. παρὰ τὸν θήσω μέλλοντα, ο δηλοῖ τὸ θρέψω, ὡς τό· ἐπηετανὸν γάλα θῆσθαι. τουτέστι τρέφεσθαι, γίνεται θηνὸς, ωσπερ παρὰ τὸν κλείσω μέλλοντα γίνεται κλεινός· καὶ ἐν συνθέσει γαλαθηνός. Γαλεὸς καὶ γαλεώτησ. ὁ ἀσκαλαβώτης. Γαλαξίασ. τὸ ἐν τῷ οὐρανῷ φῶς κατὰ τὴν νύκτα, οπερ εστιν ἀνάκλασις φωτὸς ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀστέρων. Γάλλοι. οἱ ἀπόκοποι, οἱ εὐνοῦχοι. Γαλαάδ. ἀποκάλυψις ἑρμηνεύεται. Γαληψόσ. ονομα κύριον,