ἐπὶ τοῖς λοιποῖς ὁμοίως οὕτως ἔχει. Σύνοψις τῶν δέκα κατηγοριῶν Οἱ παλαιοὶ ἰδόντες τὰ ἐκ φύσεως πράγματα ὅτι τὰ μέν εἰσιν αὐθύπαρκτα, τὰ δὲ ἐν ἑτέροις τὸ εἶναι ἔχοντα, ὠνόμασαν τὰ μὲν αὐθύπαρκτα οὐσίας, τὰ δὲ ἐν ἑτέροις τὸ εἶναι ἔχοντα ποσόν, ποιόν, πρός τι, ποιεῖν, πάσχειν, ποῦ, πότε, κεῖσθαι, ἔχειν. ἰστέον δὲ ὅτι αὗται αἱ δέκα κατηγορίαι λέγονται καὶ γενικώτατα γένη, ὑφ' ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Περὶ οὐσίας. οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, οἷον λίθος. αὕτη γοῦν ἡ οὐσία τέμνεται εἰς σῶμα καὶ ἀσώματον, καθὼς ὁ ὅρος τῆς οὐσίας ὑποδεικνύει. Περὶ ποσοῦ. ποσόν ἐστι σωρεία μονάδων ἤγουν συνάφεια. διαιρεῖται δὲ τὸ ποσὸν εἰς τὸ συνεχὲς καὶ διωρισμένον ἤτοι κεχωρισμένον. συνεχὲς δὲ λέγομεν τὸ μακρόν, τὸ κοντόν, τὸ πλατὺ καὶ τὰ τοιαῦτα, διωρισμένον δὲ ἐπὶ ἀριθμοῦ, οἷον ἕν, δύο, τρία καὶ ἑξῆς. Περὶ ποιοῦ. ποιότης δὲ δύναμις ἀόρατος ἐν αἰσθήσει γνωριζομένη, ἕξις καὶ διάθεσις, σχῆμα καὶ μορφή, πάθος καὶ παθητικὴ ποιότης, δύναμις καὶ ἀδυναμία. ποιότητες δὲ λέγονται ἡ θερμότης, ἡ ψυχρότης, ἡ ξηρότης, ἡ ὑγρότης, αἳ καὶ ἁπταί εἰσι· ποιότητές εἰσι καὶ τὰ χρώματα, ἡ λευκότης, ἡ μελανότης καὶ τὰ τοιαῦτα, αἵτινές εἰσιν ὁραταί· ποιότητες λέγονται καὶ ἡ βαρύτης, ἡ κουφότης καὶ τὰ τοιαῦτα· ποιότητές εἰσι καὶ αἱ ἐπιστῆμαι καὶ τέχναι πᾶσαι, οἷον φιλοσοφία, ἰατρική, γραμματικὴ καὶ τὰ τοιαῦτα· ποιότητες δὲ λέγονται καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι καὶ αἱ διαθέσεις πᾶσαι. Περὶ τῶν πρός τι. πρός τί εἰσιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον ὁ πατὴρ πρὸς υἱὸν λέγεται πατὴρ καὶ ὁ υἱὸς πρὸς πατέρα λέγεται υἱός, καὶ ἀδελφὸς πρὸς ἀδελφὸν λέγεται ἀδελφός, καὶ διδάσκαλος πρὸς μαθητὴν λέγεται διδάσκαλος καὶ μαθητὴς πρὸς διδάσκαλον λέγεται μαθητής, καὶ ὁ φίλος πρὸς φίλον λέγεται φίλος, καὶ μέγα πρὸς μικρὸν λέγεται μέγα, καὶ ἁπλῶς ταῦτα καὶ τὰ τοιαῦτα πρός τι λέγονται. Περὶ τοῦ ποιεῖν. ποιεῖν ἐστι τὸ ἐργάζεσθαι καὶ ἐνεργεῖν, ὡς τὸ τρέχειν, καίειν, γράφειν. Περὶ τοῦ πάσχειν. πάσχειν ἐστὶ τὸ ὑφ' ἑτέρου πανθάνειν, ὡς τὸ καίεσθαι, τέμνεσθαι, τύπτεσθαι. Περὶ τοῦ ποῦ. ποῦ λέγεται τόπος ἐν ᾧ κατοικεῖς, ὡς τὸ ἐν ∆αμασκῷ ἢ ἐν Κρήτῃ· τοῦτο γὰρ τόπου ἐστὶ δηλωτικόν. Περὶ τοῦ πότε. πότε ἐστὶ χρόνου σημαντικόν, οἷον πέρυσι, σήμερον, αὔριον· τοῦτο γὰρ χρόνου ἐστὶ δηλωτικόν. Περὶ τοῦ κεῖσθαι. κεῖσθαι δέ ἐστι τό πως εἶναι καὶ ποιοῦ σχήματος, οἷον τὸ καθῆσθαι, τὸ ἵστασθαι, τὸ ἀνακλίνεσθαι· οὐ δηλοῖ δὲ τὸ κεῖσθαι οὐδὲ τὸν κείμενον οὐδὲ τὸν τόπον, ἀλλ' αὐτὴν τὴν διάθεσιν τοῦ κειμένου πρὸς τὸν τόπον. Περὶ τοῦ ἔχειν. ἔχειν ἐστὶ τὸ κεκτῆσθαί τι τῶν ὄντων, οἷον ἔχειν χρυσὸν ἢ ἐπιστήμην. δηλοῖ δὲ τὸ ἔχειν τὸ περιέχειν ἢ περιέχεσθαι. λέγεται δὲ πάλιν τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων σημαινομένων ὁμωνύμως. λέγεται δὲ πάλιν τὸ ἔχειν κατὰ τρόπους ὀκτώ, ὡς τὸ ἔχειν ὁ κοιτὼν ὅπλα, ἔχειν ἐπιστήμην, ἔχειν τὸ ξύλον μέγεθος τρίπηχυ, ἔχειν χιτῶνα, ἔχειν δακτύλιον ἐν δακτύλῳ, ἔχειν τὸ κεράμιον ὕδωρ, ἔχειν κτῆμα, οἰκίαν, γυναῖκα· ταῦτα γὰρ πάντα εἰς διαθέσεις δύο λαμβάνονται ἢ εἰς τὸ περιέχειν αὐτὰ ἢ εἰς τὸ περιέχεσθαι ὑπ' αὐτῶν. 51 Περὶ τῶν πέντε φωνῶν Μέλλοντες περὶ τῶν πέντε φωνῶν διεξελθεῖν πρῶτον εἴπωμεν διὰ τί πέντε φωνὰς ταύτας καὶ οὐ πλείους ἐκάλεσεν· ὅτι ἡ καθόλου σημαντικὴ καὶ ἔναρθρος φωνὴ ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης· καὶ εἰ μὲν οὐσιώδης, ἢ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὴν διαφορὰν ἢ ἐν τῷ τί ἐστι· καὶ εἰ ἐν τῷ τί ἐστιν, ἢ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει καὶ ποιεῖ τὸ γένος, οἷον τὸ ζῷον, ἢ κατὰ πλειόνων καὶ