100
_ζ_ῆ_λ_ο_ν_ περὶ ἀδικίας ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· μὴ ἀνακοινοῦται θεὸς ἑτέρῳ τινὶ περὶ τῆς ἑαυτοῦ κτίσεως καὶ πῶς εἰς ζῆλον κινεῖται καὶ τιμωρεῖται τοὺς ἀδίκους; ἢ καὶ οὕτως· κτῆσις καὶ περὶ ἀδικίας, ἀντὶ τοῦ· ἀναγγελεῖ ὁ θεὸς τοῖς ἑαυτοῦ φίλοις ὥστε κτήσασθαι αὐτοῦ τὴν σοφίαν καὶ μὴ τὰ ἄδικα· κτήσασθε, γάρ φησιν, σοφίαν καὶ μὴ ἀργύριον. 37, 1 καὶ ὑπὲρ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. διὸ ἀπὸ ταύτης τῆς θεωρίας οὐ δυναμένη ἡ ψυχή μου εἰς τὸ ἀκατάληπτον τῆς τοῦ θεοῦ σοφίας ἐνατενίσαι ἐταράχθη καὶ κλόνον ὑπέστη καὶ τῆς οἰκείας στάσεως παρερρύη καὶ παρεκινήθη. τοιοῦτόν τι καὶ ὁ θεσπέσιος Παῦλος πεπονθὼς θαυμαστικὴν ἀφῆκε φωνήν· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 37, 2 ἄκουε ἀκοήν, Ἰώβ, ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. ἄκουε ἀκοήν, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἐλθέ, διάνοιξόν σου 318 τὴν ἀκουστικὴν τῆς ψυχῆς δύναμιν καὶ ὡσανεὶ φωνῆς αἰσθητῆς ἀκούων κατάμαθε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ τοῖς ἀνθρώποις γινόμενα. ἐξὸν γὰρ ἐκ τῶν πραγμάτων ὥσπερ ἔκ τινος θείας διδασκαλίας καὶ μελέτης ἐκ στόματος θεοῦ ἐκπορευομένης ἐκδιδάχθαι τὰ ἐκ θείας κινήσεως ἐπιφερόμενα, οἷον τὰς ἀπὸ τῆς χαλάζης βλάβας, τὰς ἐπομβρίας, τοὺς αὐχμούς, τῶν καρπῶν τὴν φθοράν. διὰ γὰρ τῶν τοιούτων ὁ θεὸς μονονουχὶ φωνὴν ἀφιεὶς ἐκδιδάσκει ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ σοφίαν καὶ πρὸς φόβον ἡμᾶς ἐνάγει. μελέτη οὖν ἡμῖν ἐστι τὰ τοιαῦτα καὶ ὑπογραμμὸς καὶ διδαχὴ φοβεῖσθαι παρασκευάζουσα τὸν ταῦτα κατεργαζόμενον. 37, 3 ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ. διήκει δὲ ἡ ἀρχὴ τοῦ θεοῦ μέχρι τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, τουτέστι καὶ μέχρις αὐτῶν τῶν καταχθονίων, καὶ οὐκ ἄναρχα καὶ ἀκυβέρνητα καὶ ἀνεπισκόπητα τυγχάνουσι τὰ καθ' ἡμᾶς. 37, 3 καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. πτερύγων, τῶν ἄκρων· ἅμα τε γὰρ ἡμέρα διαυγάσῃ, τῆς γῆς τὰ ἄκρα καταφωτίζονται. 37, 4 ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ. ἀντὶ τοῦ ὕβρεως αὐτοῦ ὁ Ἀκύλας _ὑ_π_ε_ρ_φ_ε_ρ_ε_ί_α_ς_ _α_ὐ_τ_ο_ῦ ἐκδέδωκεν, τουτέστιν· ὑπεροχῆς ἢ ἀπειλῆς. τὸ μεγαλεῖον δὲ τοῦ θεοῦ παραστῆσαι θέλων ὥσπερ τινὶ στρατηγῷ ἢ καὶ βασιλεῖ μεγάλους τινὰς καὶ φοβεροὺς ἑπομένους ἔταξε τῆς βροντῆς τοὺς ἤχους. ὅταν οὖν, φησίν, θελήσῃ θεὸς κελεῦσαι τοῖς ἑπομένοις αὐτῷ, εὐθὺς αἱ διὰ τῆς βρον 319 τῆς καταρρήγνυνται φωναί, ἢ βουλομένου αὐτοῦ τινας ἀδίκους ἐξυβρίσαι παραδηλοῦσαι τὴν ἀπειλὴν ἢ τὴν ὑπερφέρειαν αὐτοῦ καὶ ὑπεροχὴν κατασημαίνουσαι. κατὰ δὲ ὑψηλοτέραν διάνοιαν ὀπίσω τοῦ θεοῦ λέγονται εἶναι πάντα τὰ περὶ τὸν ἀέρα καὶ περὶ ἡμᾶς ἀποτελούμενα, ἔτι τε οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ὁρώμενα, ὧν τοὺς λόγους καὶ τὰς αἰτίας, πῶς τε γεγόνασιν, ὑπὸ θεοῦ διδαχθεὶς ὁ ἱεροφάντης Μωυσῆς ὀπίσθια θεοῦ λέγεται ἑωρακέναι. τοὺς γὰρ περὶ τῶν ἀσωμάτων λόγους καὶ εἴ τι ἕτερον τῆς σοφίας βαθύτερον, πρόσωπον θεοῦ καλούμενα, ἐν τῇ ζωῇ ταύτῃ ὁρᾶν ἄνθρωπος οὐ δύναται. διὸ καὶ πρὸς τὸν Μωυσῆν ἐλέγετο· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. δυνατὸν δὲ καὶ κατὰ ἁπλουστέραν ἔννοιαν τὸ ὀπίσω αὐτοῦ νοῆσαι, ἀντὶ τοῦ· θελήσαντος αὐτοῦ. ἅμα τε γὰρ θελήσῃ ἕπεται τῷ θέλειν τὸ ἔργον. 37, 4 καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. ἐπειδὴ γὰρ πολλάκις αἱ βρονταὶ ἢ προηγουμένου ὑετοῦ ἢ μετὰ τὸν ὑετὸν γίνονται, καταρρήγνυται δὲ πολλάκις ἄμετρος ὑετὸς ἐπὶ παιδείαν ἀνθρώπων, φησίν, ὅτι οὐκ ἔχουσιν, τί παράσχωσιν ἀντάλλαγμα οἱ ὑπὸ τῆς ἐπομβρίας μέλλοντες βλάπτεσθαι εἰς τὸ μὴ γενέσθαι καὶ ἀκουσθῆναι τὰς ἐκ τῶν βροντῶν φωνάς, ἵνα εἴπῃ, ὅτι οὐχ οἷόστε ἐστιν ἄνθρωπος ἀντιστῆναι τῷ θείῳ κελεύσματι. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ο_ὐ_κ_ _ἐ_ξ_ι_χ_ν_ε_υ_θ_ή_σ_ε_τ_α_ι_ _ἀ_κ_ο_υ_σθέντος τοῦ ψόφου αὐτῆς, ἀντὶ τοῦ· οὐδεὶς δύναται ἐξιχνιάσαι τε καὶ καταλαβεῖν, πῶς ἢ διὰ τί γέγονε τῆς βροντῆς ὁ ἦχος. 3 37, 5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια. ὥσπερ δέ τινα φωνὴν