1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

100

11.1 Ἀρίστιππον ἐκεῖνον ἴσως, ὦ ἄνδρες, ἀκούετε, τὸν Ἀριστίππου τοῦ Σωκράτους ἑταίρου θυγατριδοῦν. Οὗτος τῇ μητρὶ φιλοσο φούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν. Ἔλαχε δὲ καὶ ὄνομα ξυντεθὲν ἐκ τοῦ πράγματος· μητροδίδακτον γὰρ 11.2 αὐτὸν ὠνόμαζον ἅπαντες. Ἀλλ' ἐκείνῳ μὲν ἤρκεσεν εἰς μετου σίαν φιλοσοφίας καὶ μόνα τῆς μητρὸς τὰ παιδεύματα· ὑμεῖς δέ, καὶ προφητῶν τοσούτων καὶ ἀποστόλων ἀκούοντες, καὶ μέντοι καὶ τῶν μετ' ἐκείνους ἐν διδασκαλίᾳ λαμψάντων, μαθεῖν οὐ βού λεσθε τὴν ἀλήθειαν. Τοῦτο δὲ ὑμῖν ξυμβαίνει τὸ πάθος, ἐπείπερ 11.3 ἀνόνητα τυχὸν ταυτὶ νομίζετε τὰ μαθήματα. Οὐ γὰρ Συρακου σίαν χλιδὴν οὐδέ γε ἀνειμένον καὶ ἁβροδίαιτον ἐπαγγέλλεται βίον οὐδὲ τὸν πολυάρατον πλοῦτον καὶ τῶν ἐκείνου ῥευμάτων τὸν εὔριπον, ἀλλ' ἱδρῶτας καὶ πόνους καὶ πολιτείαν πολύμοχθον. 11.4 Ταῦτα γὰρ ὑμῖν κατάδηλα, τὸ δέ γε τούτων τέλος ἀθέατον· μόνα γάρ που εἰωθότες τὰ ὁρώμενα βλέπειν, ἰδεῖν οὐ δύνασθε τῶν ἀοράτων τὴν φύσιν· τοὺς ὀφθαλμοὺς γὰρ ἐκείνους οὐκ ἔχετε, 11.5 ὧν ἡ πίστις δημιουργός. Ἐγὼ δὲ ὑμῖν, ὡς ἔμοιγε δυνατὸν καὶ ὑμῖν χωρητόν, δηλώσω καὶ ταῦτα, τῇ τῶν θείων λογίων πάλιν χρώμενος δᾳδουχίᾳ. Προύργου δὲ οἶμαι δεῖξαι καὶ νῦν ἐκ παραλ λήλου τῶν φιλοσόφων τὰς δόξας καὶ τῶν θείων εὐαγγελίων τὰ δόγματα, ἵνα γνῶτε, τί μὲν ἐκεῖνοι τέλος ὡρίσαντο, τί δὲ οἱ θεῖοι ἐπαγγέλλονται λόγοι. 11.6 Ὁ μὲν οὖν Ἐπίκουρος τὸ ἥδιστα ζῆν ὡρίσατο τέλος· τέλεον γὰρ ἀγαθὸν μόνην ἡγεῖτο τὴν ἡδονήν. ∆ημόκριτος δὲ ὁ Ἀβδη ρίτης, ὁ τῶν τούτου δογμάτων πατήρ, ἀντὶ τῆς ἡδονῆς τὴν εὐθυμίαν τέθεικεν, ὀνομάτων, οὐ δογμάτων ἐναλλαγὴν ποιησά 11.7 μενος. Καὶ Ἡράκλειτος δὲ ὁ Ἐφέσιος τὴν μὲν προσηγορίαν μετέβαλε, τὴν δὲ διάνοιαν καταλέλοιπεν· ἀντὶ γὰρ τῆς ἡδονῆς εὐαρέστησιν τέθεικεν. Ἔχει δέ τινα καὶ ἑτέραν ἔμφασιν οὗτος ὁ ὅρος· ἀορίστως γὰρ τὴν εὐαρέστησιν τέθεικε, τὸ δὲ αὐτῆς ποιὸν οὐ δεδήλωκεν. ∆ιάφοροι δὲ τῶν ἀνθρώπων αἱ γνῶμαι· τοὺς μὲν γὰρ ἀρέσκει σωφροσύνη, τοὺς δὲ ἡ ταύτης ἐναντία κάκη· καὶ τοὺς μὲν ἀκρασία, τοὺς δὲ ἐγκράτεια· καὶ τούτους μὲν ἄδικος καὶ πλεονεκτικὸς βίος, ἐκείνους δὲ δίκαιος. Τὸ τοίνυν ἑκάστῳ ἀρέσκον, ἡδύ τε καὶ ἀξιέραστον, οὗτος ὡρίσατο τέλος, ἀντὶ τῆς 11.8 ἡδονῆς τὴν εὐαρέστησιν τεθεικώς. Ὁ δὲ πολυθρύλητος Πυθα γόρας τὴν τελεωτάτην τῶν ἀριθμῶν ἐπιστήμην ἔσχατον ὑπέλαβεν ἀγαθόν· ὁ Ἑκαταῖος δὲ τὴν αὐτάρκειαν, ὁ δὲ Ἀντισθένης τὴν ἀτυφίαν, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τὴν θεωρίαν τοῦ βίου καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν, φιλοσόφῳ δὴ πρέποντα ὁρισάμε νος ὅρον. Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τὸ ξυνιδεῖν τῶν πραγ μάτων τὴν φύσιν καὶ τῶν ῥεόντων καταφρονῆσαι καὶ τὴν ψυχὴν 11.9 ἀδούλωτον καὶ ἐλευθέραν διατηρῆσαι. Πλάτων δὲ ὁ Ἀρίστωνος τῇ μεγαλονοίᾳ τοῦ ὅρου καὶ τοῦτον ἀπέκρυψε· τὸ γὰρ "ὁμοιωθῆ ναι τῷ θεῷ κατὰ τὸ δυνατὸν" τέλος ὡρίσατο ἀγαθῶν. Ἀξιέπαι νος μὲν οὖν καὶ ἡ περὶ τὴν μίμησιν τῶν θείων παραίνεσις· ἡ δὲ τοῦ "κατὰ τὸ δυνατὸν" προσθήκη ἀξιαγαστότερον τὸν ὅρον ἀπέφηνεν· οὐ γὰρ κατὰ πάντα δυνατὸν ὁμοιωθῆναι Θεῷ. Πῶς γὰρ ἄν τις ὁρατὸς ὢν ὁμοιωθείη τῷ ἀοράτῳ, καὶ βραχὺς ὢν καὶ τόπῳ σμικρῷ περιγεγραμμένος τῷ ἀπεριγράφῳ καὶ τὴν κτίσιν ξυνέχοντι, καὶ αὖ πάλιν τῷ αἰωνίῳ πρόσφατος ὤν, καὶ τῷ τὰ πάντα τεκτηναμένῳ μηδὲ πηχυαῖον οὐρανὸν δημιουργῆσαι δυνά 11.10 μενος; Τοιγάρτοι οὔτε τὴν φύσιν ἐκείνην οὔτε τὴν δύναμιν οὔτε μὴν τὴν σοφίαν μιμήσασθαι δυνατόν· τοῦ ἀγαθοῦ μέντοι καὶ δικαίου καὶ ἡμέρου καὶ φιλανθρώπου τύπους ἀμηγέπη τινὰς ἐκμά ξασθαι οἷόν τε. Καὶ γὰρ ὁ δεσπότης Χριστὸς ταύτην τοῖς τελειό τητος ἐφιεμένοις τὴν μίμησιν προὔθηκε· "Γίνεσθε" γάρ φησιν "οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς 11.11 καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους." Καὶ ὁ τοῦ Πλάτωνος δὲ διδάσκαλος, ὁ Σωφρονίσκου Σωκράτης, οὐ τὸν πλούτῳ περιρ ρεόμενον καὶ ἐξ οὐρίων φερόμενον, ἀλλὰ τὸν δικαιοσύνῃ κοσμού μενον εὐδαίμονα εἰώθει καλεῖν· καὶ ἀσεβεῖς ὠνόμαζε τοὺς τὸ ξυμφέρον τοῦ δικαίου