100
φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων. Περίβολον γὰρ, φησὶν, ὀχυρὸν ἔχοντες τὸν τῶν ὅλων Θεὸν, τῶν παντοδαπῶν οὐκ αἰσθανόμεθα θλίψεων. γʹ. "∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσε σθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θα λασσῶν." Τοιαῦτά τινα καὶ ὁ θεῖος προηγόρευσεν Ἡσαΐας· "Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκο λιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας." Καὶ φάραγγα μὲν καλεῖ τὰ κοῖλα καὶ ταπεινὰ ἔθνη, τὰ τοῦ ὕψους ἐστερημένα· ἃ τῷ διδασκαλικῷ πληρωθήσεσθαι προεθέσπισε λόγῳ. Ὄρη δὲ καὶ βου νοὺς ὠνόμασε τὰ τῶν δαιμόνων τεμένη· καὶ τὰς παν τοδαπὰς ἐκείνων καὶ ἀπατηλὰς ἐνεργείας ταπεινω θήσεσθαι, καὶ ἀφανεῖς ἔσεσθαι παντελῶς προ ηγόρευσε. Τοιγάρτοι κἀνταῦθα ὁ προφητικὸς δείκνυσι λόγος τοὺς τῷ Σωτῆρι πεπιστευκότας βοῶντας, ὡς Οὐδεμίαν δέους ἐν τῇ ψυχῇ δεξόμεθα ζάλην, τὴν γῆν ὁρῶντες ταραττομένην, καὶ τοὺς ἐξελαυνομένους εἰς τὴν ἄβυσσον δαίμονας, κυκᾷν πειρωμένους τοὺς ὑπ' αὐτῶν ἐνεργουμένους ἀνθρώπους. Προλέγει 80.1201 δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά τος. δʹ. "Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ." ∆ιδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὅπως τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούν των, ζάλης ἐμπίπλαντο καὶ θορύβου αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ ∆ημήτριος πᾶσαν τὴν πόλιν ἐκύκησεν· καὶ ἐν Λύστροις καὶ ∆έρβῃ ταὐτὸ τοῦτο γεγένηται· καὶ πάλιν ἐν Φιλιππησίοις, καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα. Ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων, "Οἱ τὴν οἰκουμένην ἀναστατώ σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι." Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀββακούμ· "Ἐπεβίβασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά." Ἵππους δὴ προσ ηγόρευσεν ὡς ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους. Ἐπ' αὐτῶν γὰρ ἐποχούμενος ὁ ∆εσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγ ματα, οἷά τινα ὕδατα διεσκέδασε. Λέγει τοίνυν κἀνταῦθα ὁ προφητικὸς λόγος, ὡς καὶ τὰ ὕδατα ζά λην ἐδέξατο, καὶ τὰ ὄρη κλόνους ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐν ταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στί φος, διὰ τὸν τῆς ἀλαζονείας ὄγκον, καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τὰς τῶν ἀνθρώπων γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. εʹ. "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ποταμὸν δὲ ἐνταῦθα τὸ εὐαγγελικὸν προσηγόρευσε κήρυγμα· πόλιν δὲ, τῶν εὐσεβῶν πολίτευμα, τὸ τοῖς τοῦ ποταμοῦ ῥεύμασιν εἰς καρπογονίαν ἀρδόμενον. Τοῦτο σαφέστερον οἱ τρεῖς ἡρμηνεύκασιν· Τοῦ ποταμοῦ αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καθάπερ γὰρ ἡ τοῦ παραδείσου πηγὴ εἰς τέσσαρας ποταμοὺς δι ηρέθη· οὕτως οὗτος ὁ τοῦ Θεοῦ ποταμὸς μυρίας ἔσχε 80.1204 καὶ ἀριθμοῦ κρείττους διώρυγας, εἰς πάντα τῶν ἀνθρώπων τὰ φῦλα διαδραμούσας. Ὁ μὲν γὰρ ἔδραμε πρὸς Ἰνδοὺς, ὁ δὲ πρὸς Ἱσπανούς· καὶ ὁ μὲν τὴν Αἴγυπτον, ὁ δὲ τὴν Ἑλλάδα κατέλαβε· καὶ ἕτεροι μὲν τὴν Ἰουδαίαν ἐπιστεύθησαν ἄρδειν, ἕτε ροι δὲ Συρίαν καὶ Κιλικίαν, ἄλλοι δὲ ἄλλων ἐθνῶν τὴν γεωργίαν ἐνεχειρίσθησαν. Καὶ τοῦτο δέ γε ὁ μακάριος προεθέσπισεν Ἀββακούμ· "Ποτα μῶν γὰρ, φησὶ, ῥαγήσεται γῆ," ἀντὶ τοῦ, διανεμηθή σεται κατὰ διωρυγὰς ἡ γῆ, τοῦ μεγάλου ποταμοῦ δεχομένη τὰ ῥεῖθρα. Τὰς γὰρ τούτου διαιρέσεις ὠνό μασε ποταμούς. "Ἡγίασε τὸ σκήνωμα αὑτοῦ ὁ Ὕψιστος." Ἣν ἐκάλεσε πόλιν, ταύτην ὠνόμασε σκή νωμα. "Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ." Τοὺς αὐτοὺς τοίνυν ἔφη καὶ ἄρδεσθαι καὶ ἁγιάζε