100
γίνωσκε γὰρ ὅτι εὔθετόν ἐστι καὶ πέμπειν ὑμᾶς ἐνταῦθα, ἀλλὰ καὶ σὲ αὐτὸν ἐλθεῖν καιρῷ τινι, μόνον εὐσκόπως πρὸς τὸ μὴ ἐν διαγνώσει γενέσθαι ὑπό τινων ἀφελεστέρων ἀδελφῶν. οἶδεν δὲ ὁ Ἀδριανὸς πότε εἰσῆλθεν καὶ πῶς. οὐ χρειαζόμεθά τι πλὴν βιβλίων. καὶ ἐάν ἐστιν ἡ ἑρμηνεία τοῦ κατὰ Ἰωάννην τοῦ κατὰ σάρκα πατρός μου, παράπεμψόν μοι μεθ' ἑτέρων, ὧν εἶπον. Ὁ θεός σε, τέκνον μου, φυλάξοι ὡς κόρην ὀφθαλμοῦ. 104 {1Τῷ αὐτῷ}1 Ηὐχαρίστησα τῷ Κυρίῳ ὁ ταπεινὸς ἰδὼν τὸν ἀδελφὸν Προτέριον, μεμεριμνημένος ὢν περὶ τῆς διασώσεως αὐτοῦ· καὶ οἶδα ὅτι παρὰ Κυρίου αὕτη, τοῦ παροράσει τῶν ἁμαρτιῶν μου πρὸς τὸ τῶν ἀδελφῶν ὄφελος εὐοδοῦντος τὴν εἴσοδον καὶ τὴν ἔξοδον αὐτοῦ καὶ οἷον ἐκ μέσου πυρὸς ἀφλέκτως αὐτὸν διαβαίνειν παρασκευάζοντος. οἷα δὲ καὶ τὰ νῦν ἀναγγελθέντα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα. ἀλλ' ἐν μὲν τοῖς πρώτοις χαρά, εὐχαριστία, μάλιστα ὅτι καὶ γυναῖκες ἀνδρίζονται κατὰ τοῦ διαβόλου, ἐν δὲ τοῖς δευτέροις λύπη καὶ στεναγμός· πῶς γὰρ οὐχὶ ἀνιῷεν ἡμᾶς πτώσεις ἀδελφῶν, καὶ τοσοῦτον, ὅσον εὐοδοῦται καὶ ἡ λαοπλάνος αἵρεσις; ἀλλ' ὅμως φέρειν ἀναγκαῖον, ἀτρέπτους ἡμᾶς διαμένοντας ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ· κἂν ἔτι καὶ ἔτι, ὅπερ καὶ τὸ εἰκὸς ἔχει, χαλεπώτερα εἴη τὰ τῶν χριστιανῶν, καλῶς ἡμᾶς ἀσφαλίζει. ἀλλ' οὐκ οἶδ' ὅπως τὸ φύλαξαι ἀπὸ τῆς συγκοίτου σου προήγαγες, σύγγνωθι ἄρτι, ἀδελφέ, τὸ λαλεῖν καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν χρεία, ἐκεῖνο πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως, τοῦτο πρὸς τοὺς ὁμογνώμονας. Ἐγὼ δὲ ὁ τάλας σχετλιάζω ἑκάστοτε φόβῳ συνεχόμενος κρίματος θεοῦ ὅτι οὐκ ἐπιστέλλω καὶ μὴ δεχόμενος γράμμα· ἀγάπης γὰρ θεοῦ ἔργον τοῦτο, τὸ δὲ σιωπᾶν καὶ τὸ καθ' ἑαυτὸν ἕκαστον σκοπεῖν ἀκίνδυνον οὐ μόνον οὐκ ἔχει τὸ τὸν πλησίον ἀγαπᾶν, ἀλλὰ καὶ σάθρωσιν ἐργάζεται ψυχῆς τῷ οὕτω ποιοῦντι. διὰ τοῦτο μέσως πως χωρῶ καὶ τοῦτο μετὰ βουλῆς καὶ συγκρίσεως τῶν συνόντων μοι, τοσοῦτον ἀκριβαζόμενος, ὅσον μὴ παροργίσαι με τὸν θεὸν καὶ ἐκπεσεῖν ἀληθείας πρὸ τῆς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπιχειρήσεως, σκοπῶν κἀκεῖνο, ὁπόσον με δεῖ πρὸς τοὺς ἄλλους διαγωνίζεσθαι, καὶ εὑρίσκων τριπλοῦν καὶ μηδὲ τὸ ἁπλοῦν ἴσως ἀποπληρῶν. ἐπεὶ καὶ γέγραπται ὅτι ᾦ παρέθεντο πολὺ περισσότερον ἀπαιτήσουσιν. Πλὴν γράφε, τέκνον μου, καὶ ἀσφαλίζου· οὐ γὰρ βαρέως φέρω, ἀλλὰ πάλιν τὸ δέον ὑποφαίνοιμί σοι. ὁ δὲ θεὸς τοῦ πατρός μου ἐπίδοι ἐπὶ πᾶσιν οἷς ποιοῦμεν καὶ πράττοιμεν εἰς εὐαρέστησιν αὐτοῦ εἶναι. ἔρρωσο καὶ σῴζοιο, τέκνον πολυπόθητον. 105 {1Τῷ αὐτῷ}1 Ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀρχιεπίσκοπον γράμμασιν ἱκανῶς ἀποκλαυσάμενος τὸν θάνατον τοῦ μακαρίου μου Καλογήρου, τέκνον ἠγαπημένον, οὐκ ἔχω νῦν τι λέγειν ἤ ὅτι σκεῦος ἐκλεκτὸν ἦρεν ὁ θεὸς ἀφ' ἡμῶν· οὗ τὴν ἀρετὴν διηγεῖσθαι ἔργον ἐμοὶ εὐχῆς καὶ οὐ τοῦ παρόντος καιροῦ, ἄλλως τε τοῦ τε γραμματηφόρου σπεύδοντος κἀμοῦ ὄντος τῷ πάθει τετρυχωμένου. γινώσκειν σε γὰρ βούλομαι, τέκνον, ὅτι λίαν ἥψατό μου ἡ λύπη τῆς καρδίας καὶ κεκένωκα δάκρυα ὀδυνηρά, μήπω θεασάμενος αὐτοῦ τὴν κοίμησιν· ἀλλὰ πάλιν θᾶττον εὐθύμησα, πολλὰ εὐχαριστήσας τῷ ἀγαθῷ μου θεῷ ὅτι δι' αὐτὸν κεχωρισμένος ἔτυχον αὐτοῦ τε τοῦ μακαρίως κοιμηθέντος καὶ ὑμῶν. Ὁ μὲν οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὡς ἴσασι πάντες, καὶ ἐπὶ τέλει τὸν τοῦ διὰ Κύριον διωγμοῦ μακαρισμὸν οἷα θεόπλοκον στέφανον κομισάμενος (ἐῶ γὰρ τὰ πάλαι λέγειν) ἐξεδήμησε καταλαβὼν τὸν μακάριον ἡμῶν πατέρα σὺν τοῖς ἀοιδίμοις ἀδελφοῖς, στάσεως καὶ ἀναπαύσεως ἀγγελικῆς (θαρρῶ λέγειν) καταξιωθείς. ἡμῖν δὲ ἄρτι ἀγών, τέκνον, μὴ ἀπολειφθῆναι τῶν καλῶν πατέρων· διὸ στῶμεν κραταιῶς, πηδαλιουχούμενοι ταῖς εὐχαῖς αὐτῶν, καὶ ἀγαθὸς ὁ θεὸς κατευθῦναι ἡμᾶς εἰς τὸν ἐκείνων λιμένα. Εἶδον τὸν καλὸν Γαϊανὸν καὶ ἀνεπάην, ἐρωτήσας καὶ ἀκούσας ὅσα ἐζήτουν μαθεῖν. ἐλυπήθην μαθὼν ὅτι τῇ λύπῃ τοῦ θανάτου πάλιν ἐσιάνθης· καὶ πρόσσχες τῇ περιποιήσει ἑαυτοῦ λίαν περὶ ὦν ἄλλων ἐσήμανας καλῶς. 106 {1Τῷ