1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

100

τῶν Ῥωμαίων στρατιά, οὐδὲ τὸν στρατηγὸν ἀναμείναντες οὐδὲ τὰς σάλπιγγας, οὐδὲ τὴν τάξιν φυλάξαντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλους ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος ἔργα ἐπεδείξαντο εἰς τοὺς πολεμίους ἀρετῆς ἄξια. αὐτίκα οἱ βάρβαροι εἰς φυγὴν ὅπου ἕκαστος ἠδύνατο ᾔεσαν. Ἰαύδας δὲ πληγεὶς ἀκοντίῳ τὸν μηρὸν διέφυγέ τε καὶ εἰς Μαυριτάνους ἀπεχώρησεν. οἱ δὲ Ῥωμαῖοι διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ὄρος κατέλιπον, ἀλλὰ φρούρια οἰκοδομησάμενοι τοῦτο φυλάττουσιν. ἦν δέ τις πέτρα ἀπότομος πάνυ, ἐν ᾗ πύργον οἰκοδομήσαντες οἱ Μαυρούσιοι ὀχυρὰν ταύτην ἐποίησαν καταφυγήν, ἰσχυράν τε καὶ ἀμαχωτάτην. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα αὐτοῦ καὶ τὰς γυναῖκας ἀποθέμενος καὶ ἕνα φύλακα γέροντα τῶν χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπησε τοὺς πολεμίους εἰς τόνδε τὸν πύργον ἀφίξεσθαι, οὐδὲ βίᾳ τοῦτον ἑλεῖν δύνασθαι. οἱ δὲ Ῥωμαῖοι τὰς τοῦ Αὐρασίου δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον· καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον σὺν γέλωτι ἐνεχείρησεν. αἱ δὲ γυναῖκες τοῦτον κατεγέλων σὺν τῷ πρεσβύτῃ. ὁ δὲ Ῥωμαῖος, ἐπειδὴ χερσὶ καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος τὸ ξίφος ἐξήλατο καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν τούτου τὴν κεφαλὴν ἐξέτεμεν. οἱ δὲ στρατιῶται θαρροῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον καὶ τὰς γυναῖκας τά τε χρήματα μεγάλα ὄντα λαβόντες πρὸς Σολόμωνα ἤγαγον. ὁ δὲ Σολόμων τείχη ταῖς ἐν Λιβύῃ πόλεσι περιέβαλεν, καὶ ἐπεὶ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, Ζάβην τε τὴν χώραν καὶ Μαυριτανίαν καὶ Ἴτιφιν τὴν μητρόπολιν ὑπόφορον Ῥωμαίοις πεποίηκεν. τῆς γὰρ ἑτέρας Μαυριτανίας Καισάρεια ἡ πρώτη μητρόπολις ὑπάρχει. ταύτην δὲ Βελισάριος τὸ πρότερον καθυπέταξεν. διὰ τοῦτο Λίβυες ἅπαντες ὑπήκοοι Ῥωμαίων γεγόνασιν εἰρήνης ἀσφαλοῦς τυχόντες. τετραετίαν δὲ ποιήσαντες ταύτῃ τῇ εἰρήνῃ, ἐν τῷ ιζʹ ἔτει Ἰουστινιανοῦ, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου, τοῦ Σολό208 μωνος ἀδελφοῦ, παῖδες, ὑπὸ τοῦ βασιλέως ἀπεστάλησαν ἄρχειν ἐν Λιβύῃ, Πενταπόλεως μὲν Κῦρος, Τριπόλεως δὲ Σέργιος. οἱ δὲ Μαυρούσιοι τοὺς αὑτῶν πρεσβυτέρους εἰς Λεπτιμάγναν τὴν πόλιν ἔπεμψαν πρὸς Σέργιον, ὅπως δῶρά τε αὐτῷ προσαγάγωσι καὶ τὴν εἰρήνην κρατύνωσιν. Σέργιος δὲ Πουδεντίῳ πεισθείς, ἀνδρὶ Τριπολίτῃ, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς δοκιμωτέρους ἐν τῇ πόλει ἐδέξατο πάντα ἐπιτελεῖν τὰ αἰτούμενα ὑπισχνούμενος, καὶ ὅρκοις τὴν εἰρήνην ἐκράτυνεν· τοὺς δὲ λοιποὺς ἔξω ἐν προαστείῳ ἤλασεν. τούτους δὲ ἐπ' ἄριστον καλέσας ἅπαντας ἔκτεινεν. εἷς δὲ τούτων λάθρα ἐκπηδήσας τοῖς ὁμοφύλοις τὰ γενόμενα ἐμήνυσεν. οἱ δὲ ταῦτα ἀκούσαντες δρόμῳ ἐπὶ τὸ οἰκεῖον στρατόπεδον ᾔεσαν καὶ σὺν πᾶσι τοῖς ἄλλοις ἐπὶ Ῥωμαίους ἐγένοντο. ὁ δὲ Σέργιος σὺν τῷ Πουδεντίῳ τούτοις ἀπήντησεν, καὶ μάχης κροτηθείσης, Πουδέντιος μὲν πολλοὺς ἀποβαλὼν θνήσκει, Σέργιος δὲ εἰς ἄφατον φόβον ἐμπεπτωκὼς ἐπὶ Καρχηδόνα ἔπλευσε πρὸς Σολόμωνα, τὸν αὐτοῦ θεῖον. πᾶσαν δὲ τὴν Τρίπολιν Μαυρούσιοι ἀπέλιπον. οἱ δὲ βάρβαροι ἅπαντα ληϊσάμενοι τὰ ἐκεῖ χωρία ἐξανδραποδίσαντές τε πλῆθος Ῥωμαίων ἐπὶ Πεντάπολιν ᾔεσαν. ὁ δὲ Κῦρος γνοὺς φυγὰς εἰς Καρχηδόνα κατέπλει. οἱ δὲ βάρβαροι, μηδενὸς ἀντιστάντος αὐτοῖς, Βερονίκην τὴν πόλιν ἑλόντες ἐπὶ Καρχηδόνα ἐστράτευσαν, καὶ εἰς τὸ Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς τῶν ἐκεῖ ἐληΐσαντο χωρία. Ἀντάλας δὲ ἔχθραν ἔχων πρὸς Σολόμωνα, διότι τὸν αὐτοῦ ἀδελφὸν ἔκτεινεν, τοῖς βαρβάροις ἑνοῦται καὶ κατὰ Καρχηδόνος καὶ Σολόμωνος τούτους ὡδήγησεν. Σολόμων δὲ ταῦτα ἀκούσας, παραλαβὼν τὸ στράτευμα κατ' αὐτῶν ὥρμησεν. ἐλθὼν δὲ εἰς Βέστην τὴν πόλιν ἓξ ἡμερῶν Καρχηδόνος ὁδὸν ἀπέχουσαν ἐν αὐτῇ ἐστρατοπεδεύσατο, ἦσάν τε σὺν αὐτῷ Κῦρος καὶ Σέργιος καὶ Σολόμων ὁ νέος, οἱ τοῦ Βάκχου παῖδες. ἰδὼν δὲ τὸ πλῆθος τῶν