1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

101

ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ' ᾧ ἐνστρα τεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμήν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. 4 Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμπείρους γεγενημένους, ἄλλως δέ πως γνωρίμους αὐτῷ καὶ ξυνήθεις. 5 εἶτα δοθέντος ἐν τῷ τότε καὶ 183 παρειλημμένου τοῦ ἐξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μετα λαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος δὴ οὖν τούτου τὴν ἀρχὴν παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκείνου καὶ ἡ ἐκ τῶν λημ μάτων ἐπικουρία, ἡ πασῶν, ὡς ἔοικε, τῶν ἄλλων ἐγκρατεστέρα, καὶ τὸ λοιπὸν ἐς ἐμπορίαν μετέστη τὸ χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι τοὺς βουλομένους, πρὶν ἂν χρυσίου τι μέτρον καταθεῖεν· τοῦτο δὲ ἀποτίσαντες εὐθὺς ἐγχαράττονται ἀνεξετά στως καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. 6 οὕτω τε τῆς κρίσεως ἠμελη μένης εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ γέρας καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἄνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες φυλάσσειν ἐδόκουν. 7 ὡς δὲ ἐπὶ πολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν ποσὶ ληϊζόμενοι, τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως στέλ λεται ὅμως ἐπ' αὐτοὺς ἐκ βασιλέως. 8 καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων ἀνεστήσατο τρόπαια. 9 ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν καὶ τὴν νίκην ἀσμενεστάτην. εἰρήσεται δέ μοι αὐτίκα ἐς τὸ ἀκριβές, ὅπως ἕκαστα διηνύσθη. 16. Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος καὶ ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπε δείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη καὶ ἀσθενείᾳ ὥσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο οὔτε ἄλλως φιλοψυχήσας. 2 εἵποντο δὲ ὁπλῖται μὲν 184 ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὁπόσα δὴ ἐν ὑστέρῳ ἐτύγχανε διανύσας, οὐ πολλῷ πλείους τῶν τρια κοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ἦν περιφανῶς καὶ ἀπόλεμον καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους θέας τε ἕνεκα μᾶλλον ἢ παρατάξεως ἀφιγμένοι. 3 συνέρρει δὲ ἀμφ' αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη τῶν ἀγρῶν ὑπὸ τῶν βαρβάρων οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. 4 ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος τάφρον εὐρεῖαν περιεβάλετο καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷόν τε καὶ ἐξαριθμησομένους καὶ εἴ τι ἕτερον ἑλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας· οὕτω τε διετέλει ἕκαστα γνωματεύων καὶ διανοούμενος. 5 νυκτὸς δὲ ἐπιγιγνομένης φρυκτωρίας ἀνῆπτε πολλὰς ἐπὶ μέγα τοῦ πεδίου σκεδαν νυμένας, ἵνα δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευ μα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο, καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπὶ πλεῖστον ταῖς τοιαύταις ἀπάταις καταστρατη γούμενοι ἡσυχίαν ἦγον· ἠκηκόεσαν