ἐχρῆν εἶναι μυστικόν-ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος-, † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα 3.11.81.4 δείκνυται τρόπος ἥμερος. Ἔστι δὲ καὶ ἄλλο ἄναγνον φίλημα, πλῆρες ἰοῦ, ἁγιωσύνην ὑποκρινόμενον. Ἦ οὐκ ἴστε ὅτι καὶ τὰ φαλάγγια προσαπτόμενα μόνον τῷ στόματι ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους, φιλήματα δὲ 3.11.82.1 πολλάκις ἐνίησιν ἰὸν ἀκολασίας; Σαφὲς τοίνυν ἡμῖν γεγένηται ὡς οὐκ ἔστιν ἀγάπη τὸ φίλημα· ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐστίν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, φησὶν Ἰωάννης, ἵνα τὰς ἐντολὰς τηρήσωμεν, οὐχ ἵνα σαίνωμεν ἀλλήλους ἐν τῷ στόματι, καὶ αἱ 3.11.82.2 ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ἀλλὰ μὴν καὶ οἱ κατὰ τὰς ὁδοὺς τῶν ἀγαπητῶν ἀσπασμοὶ παρρησίας ἀνοήτου γέμοντες καταφανῶν τοῖς ἐκτὸς εἶναι βουλομένων οὐδὲ 3.11.82.3 ἐλαχίστης μετέχουσι χάριτος. Εἰ γὰρ ἐν τῷ ταμιείῳ μυστικῶς προσεύχεσθαι τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ τὸν πλησίον, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν 3.11.82.4 ἐξαγοραζομένους τὸν καιρόν· τὸ γὰρ ἅλας τῆς γῆς ἡμεῖς, ὃς δ' ἂν εὐλογῇ, φησί, φίλον τὸ πρωῒ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει. 3.11.82.5 ∆οκεῖ δὲ ὑπὲρ πάντα τῆς τῶν γυναικῶν ὄψεως ἀπεστράφθαι. Οὐ γὰρ ἁψαμένους μόνον, ἀλλὰ καὶ θεασαμένους ἔστιν ἁμαρτεῖν, ὃ μάλιστα ἀποφεύγειν χρὴ τὸν γνησίως 3.11.83.1 παιδαγωγούμενον. Οἱ ὀφθαλμοὶ γάρ σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρα νευέτω δίκαια· μὴ γὰρ οὐκ ἐξὸν καὶ ἰδόντα καρτερεῖν; Ἀλλὰ τὸ ἐμπεσεῖν φυλακτέον. ∆υνατὸν γὰρ ἰδόντα ὀλισθεῖν, ἀμήχανον δὲ μὴ ἰδόντα 3.11.83.2 ἐπιθυμεῖν. Οὐ γὰρ τὸ καθαρεύειν μόνον ἀπόχρη τοῖς σώφροσιν, ἀλλὰ καὶ τὸ ἐκτὸς εἶναι τοῦ ψόγου σπουδαστέον πᾶσαν ἀποκλείσαντας ὑπονοίας αἰτίαν πρὸς συγκεφαλαίωσιν ἁγνείας, ὡς μὴ μόνον εἶναι ἡμᾶς πιστούς, ἀλλὰ καὶ 3.11.83.3 ἀξιοπίστους φανῆναι. Καὶ γὰρ οὖν καὶ τοῦτο παραφυλακτέον, ὥς φησιν ὁ ἀπόστολος, μή τις ἡμᾶς μωμήσηται· προνοούμενοι γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Ἀπόστρεψον δὲ τὸν ὀφθαλμὸν ἀπὸ γυναικὸς κεχαριτωμένης, καὶ μὴ καταμάνθανε 3.11.83.4 κάλλος ἀλλότριον, φησὶν ἡ γραφή. Κἂν πύθῃ τὴν αἰτίαν, προσεπεξηγήσεταί σοι· ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἀπεπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται, εἰς πῦρ ἄγουσα ἀκατάπαυστον διὰ τὴν ἁμαρτίαν ἡ ἐκ πυρὸς ὁρμωμένη φιλία, ἣν ἔρωτα κεκλήκασιν. 3.12.t.1 Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν Χριστιανῶν βίον. Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας τὰς σφῶν μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν. Οὐδὲ γὰρ προσγελᾶν δούλοις Ἀριστοτέλης εἴα ποτέ, πολλοῦ γε καὶ δεῖ κατ' ὄψιν αὐτῶν φιλοφρονούμενον φαίνεσθαι τὴν γυναῖκα. Ἄμεινον δὲ οἴκοθεν ἀρξαμένους ἀπὸ τοῦ γάμου τὴν σεμνότητα ἐπιδείκνυσθαι. Μεγίστη γὰρ ἡ σωφροσύνης συζυγία καθαρᾶς ἡδονῆς ἀποπνέουσα. 3.12.84.2 Πάνυ γοῦν θαυμασίως ἡ τραγῳδία· Φεῦ φεῦ, γυναῖκες, (φησίν) ὡς ἐν ἀνθρώποις ἄρα οὐ χρυσός, οὐ τυραννίς, οὐ πλούτου χλιδὴ τοσοῦτον εἶχε διαφόρους τὰς ἡδονὰς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ γυναικὸς εὐσεβοῦς γνώμη δικαία καὶ φρονοῦσα τἄνδικα. Ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον. 3.12.85.1 Ἐγνωκότες οὖν τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς 3.12.85.2 ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.