101
ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.» Τοῦτον εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατιάρχην τῆς δυνάμεως Κυρίου καθωπλισμένον, σύμμαχον εἰς Ἱεριχώ, ᾧ καὶ πεσὼν προσεκύνησεν, ὡς δοῦλος δεσπότῃ. Τοῦτον Σαμουὴλ εἰδὼς Χριστὸν Θεοῦ τοὺς ἱερεῖς καὶ τοὺς βασιλεῖς χριστοὺς ὠνόμαζεν. Τοῦτον ∆αυὶδ εἰδὼς ἔψαλλεν τὴν ὑπὲρ αὐτοῦ ᾠδὴν λέγων· «Ὡιδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.» Καὶ ἐπιφέρων εἰς πρόσωπον αὐτοῦ ἔφασκεν· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως λαοὶ ὑποκάτω σου πεσοῦνται· διὰ τοῦτο ἔχρισέν σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Περὶ αὐτοῦ καὶ ὁ Σολομὼν ἔλεγεν ὡς ἐκ προσώπου αὐτοῦ· «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Καὶ πάλιν· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.» Περὶ αὐτοῦ καὶ Ἡσαΐας ἔλεγεν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ·ίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ·ίζης ἀναβήσεται.» Καὶ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ζαχαρίας δέ· «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι δίκαιος καὶ σóζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» Τοῦτον ∆ανιὴλ Υἱὸν ἀνθρώπου εἶναι λέγει ἐρχόμενον πρὸς τὸν Πατέρα, καὶ πᾶσαν τὴν κρίσιν καὶ τὴν τιμὴν παρ' ἐκείνου ὑποδεχόμενον, καὶ λίθον ἀπὸ ὄρους ἄνευ χειρῶν τμηθέντα καὶ γενόμενον εἰς ὄρος μέγα καὶ πληρώσαντα πᾶσαν τὴν γῆν, συντρίβοντα πολυαρχίαν τοπαρχιῶν καὶ πολυθεΐαν ἀθέων, κηρύσσοντα δὲ τὸν ἕνα Θεὸν καὶ χειροτο νοῦντα τὴν τῶν Ῥωμαίων μοναρχίαν. Περὶ τούτου καὶ Ἱερεμίας προφητεύων ἔλεγεν· «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.» Καὶ Ἰεζεκιὴλ δὲ καὶ οἱ καθεξῆς προφῆται πανταχοῦ, τοῦτον εἶναι Χριστὸν Κύριον, βασιλέα, κριτήν, νομοθέτην, ἄγγελον τοῦ Πατρός, μονογενῆ Θεόν. Τοῦτον οὖν καὶ ἡμεῖς κηρύσσομεν ὑμῖν καὶ εὐαγγελι ζόμεθα Θεὸν Λόγον, ὑπηρετούμενον τῷ Θεῷ αὐτοῦ καὶ