101
φυγάδας εἶπε· «τὴν μὲν διάνοιαν τῶν παρ' ἐμοὶ δυνατῶν ὁρᾶτε οἵαν ἔχουσι περὶ τοῦ πολέμου. ἐγὼ δὲ καὶ εἰ διὰ σπουδῆς τὸν πόλεμον ἦγον ἰδίων τινῶν ἕνεκα πρὸς βασιλέα διαφορῶν, ἀπεσχόμην ἂν, ὁρῶν αὐτοὺς οὕτως, ὥσπερ νῦν, διακειμένους· νυνὶ δὲ καὶ αὐτὸς οὐδὲν ἧττον αὐτῶν τὴν ἴσην ἔχω γνώμην περὶ τῶν πραγμάτων. διὸ οὐδὲ ἑλοίμην ἂν, ἐξὸν ἔξω τε κινδύνων εἶναι καὶ βεβαίως ἄρχειν τῆς σφετέρας, ἀδικεῖν τε δοκεῖν καὶ ἐν ἀδήλῳ καθί 1.284 στασθαι κινδύνῳ, ἄλλως τε οὐδὲ τοῦ στρατεύματος ἐμοὶ παντὸς συνηθροισμένου. ὑμῖν δὲ πρὸς τὴν σωτηρίαν βοήθειαν εἰσενέγκοιμι ἂν ὅση. δυνατὴ, καὶ, εἴγε βούλεσθε, πρὸς βασιλέα πρεσβείαν πέμψας, παραιτήσομαι ὑπὲρ ὑμῶν αὐτοῦ τὴν ὀργὴν ἐγώ. πρᾷος δὲ ὢν, ὡς ἀκούω, καὶ τοῖς προσκεκρουκόσιν ἕτοιμος πρὸς διαλλαγὰς, συγγνώμην τε ἂν παράσχοι καὶ τὰς συμφορὰς οὐ μετρίως κουφιεῖ. εἰ δὲ τοῦτο ὑμῖν οὐκ ἀνεκτὸν, ἀλλ' ἐγὼ πρὸς Μιχαὴλ τὸν βασιλέα Μυσῶν κηδεστὴν ὄντα ἐμὸν ὑμᾶς πέμψω, ὡς ἂν δι' αὐτοῦ πρὸς Βυζάντιον διασωθῆτε. καὶ τούτου δὲ ὑμῖν οὐ κατὰ γνώμην ὄντος, καὶ ἑτέραν ἔξεστι τραπέσθαι. εἰς Βενετίαν γὰρ ἀφιγμένοις, ῥᾳδίως ἐξέσται τριήρεσιν ἢ ὁλκάσιν ἐπανόδου πρὸς Βυζάντιον τυχεῖν. καὶ ἑτέραν δὲ ἐπὶ τούτοις ὑποθήσομαι ὑμῖν ἐλπίδα σωτηρίας. ἐπεὶ γὰρ Πρόσεκόν τε καὶ Πρίλλαπον καὶ Στρίμβιτζαν κατέχετε φρουραῖς, διανειμάμενοι τὰς πόλεις ταύτας, δυσαλώτους οὔσας διὰ καρτερότητα τειχῶν, καρτερεῖτε ἐν αὐταῖς, ἄχρις ἂν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων εἴς τι πέρας πόλεμος ἀφίκηται.» ἐπὶ τούτοις ἀμηχανία τε εἶχε τοὺς φυγάδας, καὶ ἀπαλλαγὴ κακῶν ἐφαίνετο ἐκ τῶν πραγμάτων οὐδεμία. ὅμως δὲ σκεψάμενοι ἐκ τῶν παρόντων εἵλοντο μᾶλλον ταῖς προειρημέναις ἐγκατακλεισθῆναι πόλεσι καὶ τὴν πολιορ 1.285 κίαν ὑπομένειν. καὶ πρωτοβεστιάριος μὲν ἅμα τισὶ τὸν Πρίλλαπον κατέσχε, τὸν δὲ Πρόσεκον Ἀσάνης ὁ Μιχαὴλ, οἱ δὲ λοιποὶ Στριμβίτζης ἐκράτουν. καὶ Βασιλικὸς ὁ Νικηφόρος Μελενίκου ἐπιτροπεύων, ὑπὸ τοὺς αὐτοὺς χρόνους ἑαυτῷ περιεποίησεν εἰς ἀρχὴν, φάσκων, οὐδενὶ προσθήσεσθαι τῶν βασιλέων, ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ. νϛʹ. Πρωτοβεστιάριος μὲν οὖν τῷ ἀδοκήτῳ πληγεὶς, ὡς ἐλέγετο, τῆς συμφορᾶς, καὶ μὴ φέρων τὴν κακοπραγίαν, ἐτελεύτησε μετὰ μικρόν. καὶ ἀποθανόντος αὐτοῦ, οἱ περιλειφθέντες ἑαυτούς τε καὶ Πρίλλαπον ἐνεχείρισαν βασιλεῖ· Ἀσάνην δὲ τὸν Πρόσεκον ἀφείλοντο οἱ Τριβαλοὶ κλοπῇ. βασιλεὺς δὲ ἐκεῖθεν εἰς Θεσσαλονίκην ἐλθὼν, καὶ ἀναγκαίων τινῶν πέρι ἡμέρας τινὰς αὐτῇ ἐνδιατρίψας, ὡς ἐδόκει ἀναγκαῖον εἶναι πρὸς Στρίμβιτζαν ἐλθεῖν, ἐξεστράτευσε πάλιν. καὶ γενόμενος ἐν αὐτῇ, τοὺς κατασχόντας ἐπεχείρει πείθειν, βιάζεσθαι γὰρ οὐκ ἦν πολέμῳ διὰ καρτερότητα τειχῶν, ἑαυτοὺς παραδιδόναι καὶ τὴν πόλιν. μὴ πειθομένων δὲ, ἀλλ' ἰσχυριζομένων τὴν πόλιν αὐτοὶ καθέξειν, ἄχρις ἂν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμος διαλυθῇ· ἐπεὶ οὐ προσεχώρει, ἄρας ἐκεῖθεν, ἦλθεν εἰς Μελένικον. τὰ ἴσα δὲ καὶ Νικηφόρου ἀποκριναμένου τοῦ Βασιλικοῦ, ἐπεὶ πρὸς πολιορκίαν τρέπεσθαι ἀδύνατος ἦν, ἄλλων ἀναγκαιοτέρων ἐπειγόντων, ἐπανέζευξεν εἰς Θεσσαλονίκην. γενομένῳ δὲ ἐκεῖ ἠγγέλθη ἐκ πρωτοστράτορος ἐπιτροπεύοντος τῆς Θρᾴκης, ὡς βασιλεὺς ὁ πρεσβύτε 1.286 ρος ἥν τε εἶχε στρατιὰν ἐν Βυζαντίῳ καὶ ἑτέραν οὐκ ὀλίγην προσεκπορισάμενος, ἐκπέμψειε κατ' αὐτοῦ, ὑπὸ στρατηγῷ Ἀσάνῃ τῷ Κωνσταντίνῳ, παρὰ τὸν Μέλανα ποταμὸν στρατοπεδευομένου. γενομένης δὲ ἐκεῖ τῆς συμβολῆς καὶ τῆς μάχης ἀγχωμάλου ἐπιπολὺ διαμεινάσης, οἱ τοῦ νέου βασιλέως ὅμως ὑπερσχόντες, ἐτρέψαντό τε τοὺς ἀντιτεταγμένους καὶ τὴν δίωξιν ἐποιήσαντο ἄχρι Βυζαντίου. καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ καὶ εἷλον ζῶντας πλὴν ὀλίγων ὅσοι διεσώθησαν εἰς τὴν πόλιν· ἑάλω δὲ καὶ ὁ στρατηγός. καὶ νικήσαντες περιφανῶς, ἀνεχώρησαν ἐπ' οἴκου. τούτων δὲ ἀγγελθέντων, τῆς μὲν νίκης ἕνεκα ὁ βασιλεὺς εὐχαριστηρίους εὐχὰς ἀπεδίδου θεῷ· ἐπιστραφεὶς δὲ πρὸς τοὺς παρόντας, πολλοὶ δὲ ἦσαν, οὐ μᾶλλον ἥδεσθαι ἔφη κρατησάντων τῶν σφετέρων, ἢ ὅσον ἀνιᾶται ἐπὶ τῇ τῶν ἀντιτεταγμένων ἥσσῃ. «οὐ γὰρ μόνον ὅτι