101
σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ' ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ' ἐπιὼν σὺν τοῖς αρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. ειτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ενδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην 1.254 διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ' ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ιν' ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν ουν τὴν τάφρον ποιοῦντες ωρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον η ἐτῶν εικοσι τὰ ἐπιτήδεια εχοντες. ηδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ῃ ἑορτὴν εγνω τοὺς Βαβυλωνίους αγειν ολην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης ουτός ἐστιν, ὡς ̔Ηρόδοτος ἱστορεῖ· καὶ τὸ υδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ υδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον ειη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τουργον, τέλος εφη "ἀλλ' αγετε, λαμβάνετε οπλα, ἡγήσομαι δ' ἐγώ· ὑμεῖς δ', ω Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. οταν δ' ἐντὸς γενώμεθα, τὴν ταχίστην αγετε ἐπὶ τὰ βασίλεια." ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ηρθη, αἰσθόμενοι οἱ ενδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί ειη τὸ πρᾶγμα, ηνοιξαν τὰς πύλας, εἰς ας εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ηδη ἑστη1.255 κότα αὐτὸν καὶ ἐσπασμένον ον ειχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ εθνησκον οἱ μὲν ἀμυνόμενοι, οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἱππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν ους μὲν εξω λαμβάνοιεν κτείνειν, τοὺς δ' ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ενδον μένειν, εἰ δέ τις εξω ληφθείη, οτι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ηκον, καὶ οτι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, επειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας. ̔Ο μὲν ουν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ονομα τοῦ ἁλόντος βασιλέως τῶν ̓Ασσυρίων οὐ λέγει, ὁ δὲ ̓Ιώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον ειναι ἱστορεῖ, ῳ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προϊοῦσα καὶ γράφουσα τὰ ηδη προγραφέντα γράμματα, ων τὴν δήλωσιν ἡρμήνευσεν ὁ ∆ανιήλ. ̔Ημέρας δὲ γενομένης ὡς ῃσθοντο οἱ τὰς ακρας εχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ακρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς επεμπεν. ειτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως ουσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ινα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο 1.256 ποιῆσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι' ων ειπεν επεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εισεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὺς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ' ειλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς εταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ' ἡδυπάθειαν· καὶ τῶν μὲν αλλων πραγμάτων αλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, εργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν