101
καὶ πόλις τῆς Θρᾴκης, ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου. τὰ εἰς ˉψˉοˉς ὑπὲρ δύο συλλαβῶν ὀξύνονται, οιον· σκινδαψός· χεραψός· λυκαψός· γαληψός. ὁ πολίτης Γαλήψιος. gamma.416 Γάλλοσ. ονομα ποταμοῦ. Γάμβορος η γάμμοροσ. ὁ ἀμέτοχος. Γαμιλιῶνοσ. ονομα μηνός. Γάμοσ. παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δαμὸς καὶ γάμος. οθεν καὶ Ομηρος ἀδαμάστους λέγει τὰς παρθένους· παρθένος ἀδμής-. οἱ δὲ παρὰ τὸ γεννᾷν γάμος. Γαμήλιοσ. γαμικός. Γαμψόσ. ὁ κεκαμμένος. κάμψω, καμψὸς καὶ γαμψὸς, τροπῇ τοῦ ˉκ εἰς ˉγ· ὡς τό· εκαμψε καὶ εγαμψε, καμψώνυχες καὶ γαμψώνυχες, ο ἐστιν ἐπικαμπεῖς ονυχες. Γαμβρόσ. παρὰ τὸ γάμος γαμηρὸς καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ˉβ γαμβρός. Γάργητοσ. κύριον. Γάροσ. ἀρσενικῶς λέγεται. εστι δὲ οὐδὲν αλλο ὁ γάρος η σηπεδών. Γαργαλέων. ἡ λεγομένη σταφυλὴ η τὸ ακρον τοῦ λάρυγγος. ἀπὸ τοῦ ηχου τοῦ γενομένου ἐν τῇ θεραπείᾳ αὐτῆς. gamma.417 Γάστρισ. ὁ περὶ γαστέρα ἀκρατής. καλοῦσι δὲ καὶ τὸν ελμινθας εχοντα. Γαστρίμαργοσ. τὴν γαστέρα μανιώδης· μαργαίνω γὰρ τὸ μαίνομαι. Γαιζῆται. οἱ Γαλάται. παρὰ τὸ τὴν γῆν ζητεῖν. ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν περιῆλθον ζητοῦντες οπου οἰκήσουσι. Γαιτοῦλοι. εθνος Λιβύης. ̓Αρτεμίδωρος Γαιτουλίους αὐτοὺς φησίν. ἡ χώρα Γαιτουλία. Γαιοδόται. οἱ ἀρχιτέκτονες η οἰκονόμοι. παρὰ τὸ δεῖν, ο σημαίνει τὸ μερίζειν. οἱ τὴν γῆν διαμερίζοντες, ο ἐστι διαγράφοντες εἰς οἰκήματα. Γαῦροσ. ἀλαζὼν, ἐπαιρόμενος. Γαισόσ. τὸ κοντάριον. Γαγγαμουλκοί. οἱ σαγηνεύοντες. Γαλερωπόσ. ὁ ἐπιτερπὲς βλέπων. Γαῦλοσ. ὁ εὐεξαπάτητος, ὁ ἐξ ἀλλοτρίων ζῶν. Γαυλὸσ δὲ, ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, εἰς ο τὰ γάλα δέχονται. παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γαλὸς καὶ γαυλός· καὶ οὐ πάντως δὴ παρὰ τὸ γάλα λαμβάνειν. λέγεται δὲ καὶ τριήρης γαυλὸς διὰ τὸ πλεῖστα δέχεσθαι, ως gamma.418 φησιν ̔Ηρόδοτος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. εστι δὲ καὶ ειδος πλοίου λῃστρικοῦ, ητις καὶ λίβυρνος καλεῖται. η γύαλος τὶς ων· τουτέστι κοῖλος. ̔Ηρόδοτος· γαυλούς τε ἐνταῦθα καταδύσας. καὶ αυθις· γαυλούς τε γαλαγόπηγας. η γαυλὸς, ὁ τοῦ φρέατος ἀντλητήρ. η οἰνηρὸν ἀγγεῖον ἐκ ξύλων κατεσκευασμένον, ην ̓Ιταλοὶ μαγγάναν ὀνομάζουσι. Γαύνακασ. γαύνακας ἀμπεχόμενον. (Θηλυκόν.) Γαῖα. ἡ γῆ. παρὰ τὸ γῶ τὸ τίκτω, ἐξ ου γίνεται γέα διὰ τοῦ ˉε ψιλοῦ· οἱονεὶ ἡ γεννητική. ἐκ ταύτης γίνεται γεωμετρία, γεωργός. τοῦτο τὸ γέα γίνεται κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη γῆ, ἐξ ου γήπεδον, γηγενής. ἐκ τοῦ γῆ γίνεται αλλη παραγωγὴ διὰ τῆς ˉαι διφθόγγου, γαῖα· ωσπερ ἀπὸ τοῦ σελήνη σεληναία. ἀλλὰ Σέργιος ὁ γραμματικὸς λέγει· ἀπὸ τοῦ γαίω τὸ γαυριῶ γίνεται γαῖα, οὐκ ἀπὸ τοῦ γῆ· ἐξ ου καὶ βουγάϊος καὶ γαιήοχος. ἀπὸ γὰρ τοῦ γαῖαν εχειν γίνεται γαίοχος, καὶ πλεονασμῷ τοῦ ˉη γαιήοχος, ὁ ἐπὶ τῆς γῆς ὀχούμενος· περιλαμβάνει γὰρ αὐτὴν ὁ ὠκεανός. gamma.419 Γάγγραινα. πάθος διαβρωτικὸν σαρκὸς, η σαρκῖνος, η πολυδιάχυτον πάθος ἐν τῷ σώματι. παρὰ τὸ γράνω, ο σημαίνει τὸ ἐσθίω, γίνεται γραῖνα καὶ ἐν διπλασιασμῷ γάγγραινα. Γάγγρα. πόλις. ἀπὸ τῆς αἰγὸς τῆς ὀνομαζομένης γάγγρας, ητις τὰς ἀλλοπρισμένας χωρισαμένη καθυπέδειξε τὸν τόπον. Γάδαρα. πόλις Κοίλης Συρίας, ητις ̓Αντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ὁ πολίτης Γαδαρεὺς, καὶ Γαδαρὶς ἡ γυνὴ καὶ ἡ χώρα. Γάζα. θησαυρὸς, καὶ ονομα πόλεως. Γαλοώνη. ἡ ἀνδραδέλφη. καὶ γάλως καὶ γαλώη ὁμοίως. Γαλῆ. ἡ νυμφίτζα. Γαλιλαία. κατακυλιστὴ ἑρμηνεύεται τῇ ἑλλάδι γλώσσῃ. διὸ καὶ γελγὲλ ὁ τροχὸς ὀνομάζεται· η ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. Γαλάρινα. πόλις Σικελίας. Γαλεάγρα. οργανον τιμωρητικὸν, ἡ τῶν θηρίων ὑποδοχή. Γαλέα. ονομα ἰχθύος. Γαλήνη. παρὰ τὸ γάλη γαλήνη, η παρὰ τὸ γελῶ γελάνη τις ουσα καὶ γαλήνη, ἡ πρᾶον εχουσα καὶ ἡδύ. Γαλογραικία. ἡ τῶν βουκελαρίων χώρα. οἱ αὐτοὶ καὶ ̔Ελληνογαλάται ὀνομάζονται. Γαγγάμη. ἡ σαγήνη, τὸ δίκτυον. Γαμφηλή. ἡ γνάφος, ἡ σιαγών. παρὰ τὸ κάμπτω, γάμπτω· ωσπερ παρὰ τὸ θάπτω ταφὴ, gamma.420 ουτως καὶ παρὰ τὸ γάμπτω γαμφὴ καὶ γαμφηλή. Γαμψωλή. ἡ ἐπίκαμψις. Γάμαλα. πόλις. καὶ γαμαλεύς. ουτως ̓Ιώσηπος. Γάργαροσ.