1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

101

δικαίοις διὰ παντός.» 95.1364 «Οἶκος δικαίων ἰσχὺς πολλή.» «∆ίκαιος ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.» «∆ίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ' αὐτοῦ παραδίδοται ἀσεβής.» «Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς.» «Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» «Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι.» Καὶ δίκαιοι πολλοὶ περιστατικοῖς περιπίπτουσιν, ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσί.

ΤΙΤΛ. Ηʹ. -Περὶ δικαίων, ὅτι περιφρονοῦνται καὶ διασύρονται.

«∆ίκαιοι καταγελῶνται. Παραδίδονται γὰρ εἰς χεῖρας ἀσεβῶν.» «∆ίκαιος ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα.» «Ὅσιος ἀκάθαρτος παρὰ κακουργοῖς.» «Ἄνδρες αἱμάτων μέτοχοι μισοῦσι δίκαιον.» «Ὄψονται τὸν δίκαιον, καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται. Καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον, καὶ εἰς ὕβριν ἐν νεκροῖς δι' αἰῶνος.» «Στήσεται ὁ δίκαιος ἐν παῤῥησίᾳ πολλῇ κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. Ἰδόντες δὲ ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας. Ἐροῦσι γὰρ ἐν αὐτοῖς μετανοοῦντες· Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα, καὶ εἰς παραβολὴν ὀνειδισμοῦ. Οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν αὐτοῦ τελευτὴν ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν. Ἀνομίας ἐπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.» «Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.» Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας ἀσεβῶν· οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵνα αὐτοὶ δοκιμασθῶσιν. Οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς Οὐκ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς.

ΤΙΤΛ. Θʹ. -Περὶ δανειζόντων καὶ δανειζομένων.

«Ἐὰν ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτῷ κατεπείγων· οὐκ ἐπιθήσεις αὐτῷ τόκον.» 95.1365 «Ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Τὸ γὰρ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ. Οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ τὰ βρώματά σου.» «∆ανεῖον δανειεῖς τῷ πλησίον σου ὅσον ἐπιδέηται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σου αὐτῷ· καὶ εὐλογήσει σε Κύριος.» «Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀδελφῷ σου.» «Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον. Ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗτος, οὗ τὸ δανεῖόν σού ἐστιν, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. Ἐὰν δὲ ὁ ἄνθρωπος πείνηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ. Ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ, καὶ εὐλογήσει σε, καὶ σοὶ ἔσται ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» «∆ανείζει ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσι.» «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.» «∆ίκαιος οἰκτείρει καὶ κιχρᾷ.» «Ὁ πληθύνων πλοῦτον αὐτοῦ μετὰ τόκου καὶ πλεονασμοῦ, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν.» «∆ανειστοῦ καὶ χρειωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος.» «Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.» «Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς ὡς ἀπωλεκὼς γενοῦ.» «∆άνεισον τῷ πλησίον σου ἐν καιρῷ χρείας αὐτοῦ. Πολλοὶ ὡς εὕρημα ἐνόμισαν δάνος, καὶ παρέσχον κόπους τοῖς βοηθήσασιν αὐτοῖς. Βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν,