15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἀμφότερα ἦν, οὕτω δὴ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μὲν τὸ πρόσλημμα ἀπειργάσατο, τῶν μέντοι γε τῆς φύσεως ἰδίων οὐκ ἀπεστέρη σεν. Ἀλλὰ [τὸ μ]ὲν ἡμέτερον αὔθαδες καὶ ἡ ἀπόφασις οὐ διδάσκουσα, ἀλλὰ πλήττουσα· ὁ δὲ πατὴρ μετριάζει τὴν ἔνστασιν καὶ «ὀκνεῖν» τὸν λόγον φησί, «μέχρις ἂν μηδεὶς πείθῃ λόγος» αὐτὸν «ὅτι κάλλιον ἀπεσκευάσθαι τῷ σώματι», ἤγουν ὅτι κάλλιόν ἐστι τῷ σώματι (οὕτω συντάξεις) ἀπ εσκευάσθαι τὰ ἴδια. καὶ τοῦτο δὲ φιλοσόφου καὶ μεγάλης ἐννοίας ἐχόμενον· ἑκάστῳ γάρ, φασὶν οἱ φιλόσοφοι, ἐν τῷ μηδενὸς τῶν ἰδίων ἀπολελεῖφθαι ἡ τελείωσις. εἰ οὖν καὶ τοῦ σώματος αὕτη τελείωσις, τὸ διεστάναι, τὸ πεποιῶσθαι, διὰ τί τὸ σῶμα τῶν ἰδίων ἀλλοτριώσομεν, ἐφ' οἷς τὴν τελείωσιν ἔχει; εἰ μὲν γὰρ οὐκ ἦν ἄλλως ἀποθεοῦσθαι ἢ διὰ τῆς μετα ποιήσεως, μᾶλλον δὲ ἐναλλαγῆς καὶ ἐκστάσεως, εἶχεν ἂν αὐτοῖς λόγον ὁ λόγος· ἐπεὶ δὲ καὶ σώματι καὶ τῶν ἰδίων ὅρων ἐντὸς πεφυκότι θειοτέρας ἐστὶ τυχεῖν φύσεως, διὰ τί μὴ τοῦτο δώσουσιν, ἀλλ' ἐκεῖνο νομοθετήσουσι; τί δέ φησιν ὁ μέγας οὗτος πατήρ; ὅτι οὐ συνθήσομαι τῷ δόγματι, «ἕως ἂν μηδεὶς πείσῃ με λόγος ὅτι κάλλιον τῷ σώματι» ταῦτα «ἀπεσκευάσθαι». ἆρα οὖν, εἴ τις εὑρεθῇ πείθων, μετατεθήσεται, ὡς εἴη γε τέως τὸ δόγμα ἀμφίβολον, μέχρις ἂν ὁ ἀνέλεγκτος εὑρεθῇ λόγος; ἀλλὰ τοῦτο θεολογίας καὶ δογματικῆς ἀκριβείας, ἐνδοιαστικῶς λέγειν καὶ ἀμφιβόλως ταῖς περὶ θεοῦ δόξαις συντίθεσθαι; οὐ τοῦτο γοῦν λέγει, οὐδ' ὡς μεταβληθησό μενος τὸν λόγον ποιεῖται, ἀλλ' ὥσπερ ὑποθετικῶς εἰσάγει τὸν λόγον, ὡς μήτε τινὸς εὑρεθησομένου τοῦ πείσοντος μήτ' αὐτοῦ μεταβληθησομένου. Μανιχαῖοι δὲ μανικώτερόν τι δοξάζουσι περὶ τοῦ σώματος· ἀπαμφιά ζουσι γὰρ αὐτὸ τοῦ προσλαβόντος θεοῦ καὶ τῷ ἡλίῳ ἐναποτιθέασι, τὴν τοῦ ∆αυὶδ πρὸς τοῦτο αἰχμαλωτίζοντες φωνήν («ἐν τῷ ἡλίῳ» γάρ φησιν «ἔθετο τὸ σκήνωμα αὐτοῦ»), τὸ σῶμα σκήνωμα ὀνομάζοντες. ὁ δὲ ∆αυὶδ φυσικώτερον περὶ τοῦ ἡλίου διαλαμβάνων τοῦτό φησιν, ἥλιον μὲν τὴν σφαῖραν αὐτὴν ὀνομάζων, ἥτις δὴ μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐγένετο, σκήνωμα δὲ αὐτὸ τὸ φῶς τὸ ἀνήλιον, ὃ κατὰ τὴν πρώτην ἡμέραν ὁ πλάστης δημιουργήσας, μετὰ τὴν τῶν σφαιρῶν ποίησιν κατατεμών, ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς λοιποῖς ἄστρασι κατεμέρισεν. «ἐν τῷ ἡλίῳ» γοῦν «ἔθετο τὸ σκήνωμα αὐτοῦ», ἤγουν ἐν αὐτῷ τῷ ἡλιακῷ σώματι τὸ φῶς ἐναπέθετο. ἐχρῆν δὲ ἄλλως εἰπεῖν, ὅτι ἐν τῷ σκηνώματι τὸν ἥλιον τέθεικεν· ὁ δὲ θαυμαστικῶς μᾶλλον ἐπήγαγεν, ὅτι τὸ πρώτως δημιουργηθὲν φῶς καὶ σκηνώματος λόγον ἐπέχον, τοῦτο ἐν τῷ ἡλίῳ ἔθετο. εἰ δὲ καὶ πρὸς τὸ θειότερον ὁ προφήτης τὸν λόγον ποιούμενος φαίνεται, ἄλλως δεῖ διερμη νεύειν τὸν λόγον, ὅτι ἐν τῇ παρθένῳ ὡς ἐν ἡλίῳ τὸ πρόσλημμα ἔθετο, οὐκ ἀλλαχοῦ πλάσας κἀκεῖσε θέμενος, ἀλλ' ἐξ αὐτῆς ἐκείνης τῆς παρθενικῆς νηδύος τοῦτο συμπήξας καὶ ἑαυτῷ μὲν περιθέμενος, ἐκείνῃ δὲ θέμενος. Ἔδει μὲν οὖν αὐτὸν μόνον τὸν μέγαν τοῦτον καὶ τὰς οἰκείας διερμη νεύειν φωνὰς καὶ τὴν οἰκείαν ἐπεξηγεῖσθαι θεολογίαν· μόνος γὰρ οὗτος ἀποχρῶν πρὸς τὴν τῶν οἰκείων νοημάτων ἐξήγησιν. ἐπεὶ δὲ πρὸς τὴν πηγὴν ἐκεῖθεν ῥυεὶς ἀναχυθεὶς ποταμὸς βραχείας τινὰς ἡμῖν λιβάδας τῶν λόγων κατέλιπε, δεῖ με ταύτας ἀπαξιοῦν οὐδ' ὁπωσοῦν, ἀλλὰ καὶ τοῦ μικροῦ σπᾶν νάματος, ἐπειδὴ τοῦ πλείονος ἐστερήμεθα.
47 «Τί φήσω» φησὶν ὁ μέγας «πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας ἢ τὸ Χαμώς, βδέλυγμα Σιδωνίων, αὐτὸς ἢ μὴ προσκυνῶν τὰ τρία, εἰς ἃ συμβεβάπτισμαι, ἢ
προσκυνῶν τὰ ὁμόδουλα;» Εἴτε γάρ, φησί, μὴ ἐθέλοιμι προσκυνεῖν εἴτε ὡς ὁμοδούλοις τὸ σέβας προσάγοιμι,