βασιλεὺς ἀνελόμενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ὑπεράμωμον θεοτόκον οἷα περικεφαλαίαν τινὰ περιθέμενος, ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις κοσμήσας, τὸν ὡρισμένον τόπον κατέλαβεν συνομιλῆσαι τῷ Συμεών. πέμπτῃ οὖν ἡμέρᾳ ὅτε ταῦτα ἐγένετο, ἐννάτῃ τοῦ Νοεμβρίου μηνός, τετάρτῃ τῆς ἡμέρας ὥρᾳ, παρεγένετο Συμεὼν πλῆθος ἄπειρον ἐπαγόμενος, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χρείᾳ κεκοσμημένων, πάντων καταπεφραγμένων σιδήρῳ· οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγ312 κλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες κατεθεῶντο τὰ δρώμενα. ἦν οὖν τότε ἰδεῖν ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον, ὅπως τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ' ὥσπερ εἰς φίλων πλῆθος χωρῶν οὕτως ἀτρέμας ἀπῄει, μονονουχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο· ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς μή πώς τις δόλος ἢ ἔνεδρα τυγχάνῃ, κατῆλθεν Συμεὼν τοῦ ἵππου, καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν "ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχοντα ἀληθινόν. βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεοσεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀπασπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἔστι καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένων. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χριστια313 νὸς ὢν καὶ αὐτὸς καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν. σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυμουμένου ἐμπλήσω. μόνον ἐπίσχες τὴν δεξιάν, ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν· οὐ θέμις γὰρ αὐτοὺς αἴρειν ὅπλα καθ' ὁμοπίστων." τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδεσθεὶς οὖν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ ἐπένευσεν τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεῶνα. ὃ δὲ τότε συμβέβηκεν διηγήσομαι τεράστιόν τι καὶ τοῖς τὰ τοιαῦτα συγκρίνειν εἴδοσι παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι, ἧξαί τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. τοῦτο οἱ ἀκριβῶς 314 τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τὴν εἰρήνην διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ ἑαυτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσιν τὴν τοῦ βασιλέως ἀπήγγειλεν σύνεσιν καὶ ταπείνωσιν. ∆εκεμβρίῳ δὲ μηνί, εἰκάδι πέμπτῃ, ἔστεψεν Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον. ἀλλὰ καὶ Θεοφύλακτον τὸν υἱὸν αὐτοῦ ὁ πατριάρχης ἀπέκειρεν κληρικόν, χειροτονήσας ὑποδιάκονον, σύγκελλόν τε προχειρισάμενος διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. Ἀπριλλίῳ δὲ μηνί, εἰκοστῇ ἐννάτῃ, ἐτίμησεν