101
σθαι ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ. ʹ. "Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσε ται." Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγε λίοις ὑπέσχετο· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Καὶ, "Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν." -"Βοηθήσει αὐτῷ ὁ Θεὸς τὸ πρωῒ πρωΐ." Ταχεῖαν, φησὶ, καὶ ὀξεῖαν τῇ ἑαυτοῦ πόλει παρέξει βοήθειαν τῶν ὅλων ὁ Κύριος. Πρωῒ γὰρ πρωῒ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσεν. ζʹ. "Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ." Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα ἔδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασι λεῖαι, ὑπέκλινον τὸν αὐχένα, καὶ τὸν σωτήριον ζυ γὸν ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγ μάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυμα τουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐ τῶν ἐνέπλησε τὰς ψυχάς. ηʹ. "Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ." Κρείττους τοίνυν τῶν πολεμούντων ἀπεφάνθημεν, ἐπίκουρον ἐσχηκό τες τὸν τῶν ἐπουρανίων δυνάμεων Κύριον· ὃς τὸν Ἰα κὼβ διωκόμενον ἀμείνω τῶν πολεμούντων ἀπέφηνε, καὶ τῆς Ἡσαῦ καὶ τοῦ Λάβαν ἐπιβουλῆς ἠλευθέρωσε. Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ὁ προφητικὸς ἐποιήσατο λόγος, ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν. "Οὐκ ἐκλείψει γὰρ, φη σὶν, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ 80.1205 δοκία ἐθνῶν." Τῶν ἐθνῶν δὲ κἀνταῦθα τὴν μεταβο λὴν προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ τοῦ ταῦτα προειρηκότος Θεὸν ταῦτα ἔφη κατωρθωκέναι. θʹ-ιαʹ. "∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάζετε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ." Ταύτην μου τοίνυν ὁρῶντες, ὦ ἄνθρωποι, τὴν ἰσχὺν, καὶ θεώμενοι τὴν ἀθρόαν τῶν πραγμάτων μεταβο λὴν, καὶ τὴν ἀπὸ ζάλης μεγίστης γεγενημένην γα λήνην, καὶ τοῦ πολέμου τὴν παῦλαν, καὶ τῆς εἰρήνης τὸ δῶρον, δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ἐγὼ τῶν ὅλων εἰμὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ γὰρ καὶ πᾶσιν ἔθνεσι, τὸ τῆς δυνάμεως ὕψος ἐπιδεικνύς. Τούτων ὁ ἀπο στολικὸς χορὸς ἐπακούσας τῶν λόγων παιανίζων κατὰ τῶν ἀντιπάλων βοᾶ ιβʹ. "Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ." Εἰπάτωσαν τοίνυν οἱ τὸν ψαλμὸν εἰς τὸν Γὼγ εἰληφότες, ἢ οἱ τῷ Ἄχαζ τοῦτον ἁρμόττειν εἰρηκότες, πῶς ἐκείναις ἁρμόττει ταῖς ἱστορίαις τὸ, "Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς." Οὐ γὰρ δὴ ἐπ' ἐκεί νων πάντας ἔπαυσε τοὺς πολέμους, ἀλλ' ἐπὶ μὲν τοῦ Γὼγ καὶ Μαγὼγ ἡ Παλαιστίνη μόνη εἰρήνης ἀπ ήλαυσεν. Ἐπὶ δὲ τοῦ Ἄχαζ οὐδὲ πᾶσα ἡ Παλαιστίνη, ἀλλ' Ἰούδα μία φυλή· Φακεὲ γὰρ ὁ τοῦ Ῥωμελίου τὴν τῶν Ἀσσυρίων ἐδέξατο προσβολήν. Ἐπὶ δὲ τοῦ ∆εσπότου Χριστοῦ ἔσχε τὸ πέρας ἡ προφητεία. Πρῶτον μὲν γὰρ αἱ τοπαρχίαι καὶ αἱ μερικαὶ κατ ελύθησαν βασιλεῖαι· δι' ἃς οὐδὲ βραχείας εἰρήνης ἀπήλαυσαν ἄνθρωποι, ἀλλὰ πᾶσα πόλις ἔνοπλος ἦν, τὰς ἐξαπιναίως γινομένας ἐφόδους δειμαίνουσαι. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἡ Ῥωμαίων βασιλεία, τὰς μερικὰς καταλύσασα βασι λείας, τὰς τῶν ἁπάντων ἀνθρώπων ἀκοὰς ηὐτρέ πισε τοῖς κηρύττουσιν. Ἀδεῶς γὰρ ὡς ἐν μιᾷ βασιλείᾳ διέδραμον, καὶ τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν. Κατὰ μὲν τὴν ἱστορίαν οὕτω συμβέβηκε τὸ, "Ἀνταναιρῶν πολεμίους μέχρι τῶν περάτων τῆς γῆς, καὶ τόξον συντρίψει, καὶ συνθλάσει ὅπλα, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί." Τροπικώτερον δὲ εἴ τις ἐθέλοι νοῆσαι, ὄψε ται τοῦ κατὰ τῆς Ἐκκλησίας πολέμου τὴν παῦλαν, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς θεόθεν εἰρήνην, καὶ θεωρήσει τὴν τῆς προφητείας ἀλήθειαν.