101
αὐτῷ}1 Παντὶ προλαμβάνεις, τέκνον μου, πάντως θεοῦ εὐοδοῦντος· ἅμα γὰρ τὸ πιττάκιον καὶ ὁ βασιλικὸς ἐπέστη, ἀναγγείλας ἡμῖν ὅσα ἐρωτήθη, οὐ μὴν ἀλλὰ καὶ ἅπερ ἐπετράπη παρὰ τοῦ βασιλέως. ἦν δὲ ταῦτα, "ἐὰν εὕρῃς ὅτι ἐδίδαξέν τινας ἢ ὅτι λέγει "4διδάσκειν ἔχω"5, δεῖρον αὐτὸν ἑκατὸν κορδάτα". ὁ μὲν ἄνθρωπος καὶ ταῦτα μετ' αἰδοῦς ἔφη, ἐξαιτῶν καὶ συγγνώμην τῆς λαλιᾶς· ἐγὼ δὲ ἀπεκρίθην ὅτι "4ὧδε, ὅπου περιώρισμαι, οὐκ ἔχω τίνι διαλέγεσθαι πλὴν κἂν τοῖς ὀρνέοις"5, καὶ ἁπλῶς ὡς ἐδήλωσα διὰ τοῦ ἐξορίσαντός με τὰ αὐτὰ καὶ διὰ τοῦ κυροῦ Λέοντος. ὁ δὲ παρῃτήσατο οὕτως εἰπεῖν. εἶπον οὖν αὐτῷ ὅτι "4ἐγὼ μὲν οὕτως, καὶ ἑτοίμως ἔχω ἐκδύσασθαι"5. αὐτὸς δέ, ὡς οἶδας. ἐν τούτοις καὶ ἀπέλυσα τὸν ἄνδρα. Ἐχάρην δὲ διὰ τὸ ἀπολυθῆναι τὸν ἀρχιεπίσκοπον καὶ τοὺς ἀδελφούς. εἶχον ἐπιστεῖλαι αὐτῷ, ἀλλὰ διὰ τὸν πειρασμὸν παρῃτησάμην. τοῦτο οὖν ἀπολόγησαι αὐτῷ· καὶ γὰρ ὡς ἐν πειρασμῷ αὑτὸν περιώρισεν ἐν τοῖς αὐτόθι. καὶ οἶδα ὅτι λυπεῖται, καθώς μοι καὶ ὁ βασιλικὸς εἶπεν, ἀλλὰ ὡς ᾠκονόμησεν ὁ Κύριος. προσαγόρευσον αὐτὸν γνησίως καὶ παρακάλεσον εὔχεσθαι περὶ τῆς ταπεινώσεώς μου, ὁμοίως τοὺς μετ' αὐτοῦ ἀδελφούς μου καὶ τέκνα, ἐξαιρέτως τὸν πρωτοπρεσβύτερον καὶ τὸν ἀββᾶν Τιμόθεον. μόχθησον καὶ αὐτὸς τὸ εἰς δύναμιν καὶ οἱ περὶ τὸν ἀββᾶν Τιθόην ἀναπαῦσαι αὐτόν, ὁρῶντες αὐτὸν ὡς ἐμέ. ἵνα δὲ ἔχῃς τὴν εἴδησιν ὅτι τῷ κυρῷ Ἰσακίῳ οὐδὲν ἕτερον ἔγραψα ἢ ὅτι "4τὸν μισθὸν τῆς ἐπισκέψεως ὁ θεὸς δῴη σοι, ὅτι μόνος αὐτός μοι ἔγραψας, καὶ εὔχου ἵνα κἂν μίαν ἡμέραν εὐαρεστήσω τῷ θεῷ"5. εἴτε οὖν διὰ τοῦτο εἴτε δι' ἄλλο ἕνεκεν Χριστοῦ ἐκεῖνο ἔχω λέγειν, ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, κἂν παντὶ τρόπῳ φεύγω τὸν πειρασμὸν φειδοῖ τῆς ἐμαυτοῦ ἀσθενείας, ὑμῶν τε καὶ αὐτῶν τῶν δρώντων. τούτῳ οὖν τῷ τρόπῳ καὶ αὐτὸς διαγενοῦ ἐν τῇ πρὸς ἐμὲ μάλιστα διακονίᾳ καὶ γράφων καὶ πέμπων, ὅσον σκοπεῖς ὅτι θέλημα θεοῦ ἐστιν. μετὰ τούτου πάντα μοι ἐφετά, κἂν πῦρ ἀπειλῇ ὁ κρατῶν, κἂν ξίφος, κἂν θῆρας, κἂν ὁτιοῦν· οὐχ ὅτι δυνατῶς ἔχω (εἰμὶ γὰρ ἀράχνης ἀδρανέστερος), ἀλλ' ὅτι βούλεται θεὸς οὕτω πάντα χριστιανὸν διατίθεσθαι, ὅμως ὅτι οἰκονομικῶς ἐγένετο τὸ γεγονός· ἠσφαλίσαντο γὰρ οἱ φύλακες καὶ ἐξῆλθεν καὶ ὁ γέρων ὁ ὢν ἐνταῦθα καὶ ὁ μοναχός. Ἔχομεν τὸν θεὸν καὶ τὰς εὐχὰς ὑμῶν. καιρῷ εὐθέτῳ δήλωσον ποῦ διεσπάρησαν οἱ ἀδελφοί, καὶ εἰ ἐδέξαντο τὰ γράμματα οἱ δέκα καὶ οἱ ἑπτά, καὶ εἰ ἔστι δυνατὸν πέμψαι εἰς τοὺς δέκα ὡς εἴπαμεν. πολλὰ οἱ συνόντες μοι ἀσπάζονται. 107 {1Τῷ αὐτῷ}1 Τῷ ὄντι, τέκνον, ἔσκαλλον ἐν τῇ βραδυτῆτι, ἀλλ' ὅτι ὁ χειμὼν ἐπέκειτο οὐκ ἠγανάκτουν. νῦν δὲ ὁμοῦ μὲν τὴν ἐπιστολήν σου, ὁμοῦ δὲ καὶ τὸν ἀδελφὸν ἀπολαβὼν καὶ ἀμφοτέρωθεν μεμαθηκὼς τὰ ζητούμενα ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ εὐδοκήσαντι ὑπὲρ ἀληθείας ἐξορισθῆναι τὸν καλὸν ἡμῶν ἀδελφὸν καὶ πατέρα, τὸν ἀρχιεπίσκοπον δὴ λέγω, σὺν τοῖς λοιποῖς ἀδελφοῖς καὶ πατράσι. κάμνετε ὑμεῖς ἀδολεσχοῦντες ἐπὶ τῇ προσδοκουμένῃ μεταστάσει, ἀλλ' οὐδὲν ἄμισθον· στέργετε ἐν Κυρίῳ καὶ ὅτε κελεύει. καλὸν δέ ἐστιν ἀποπλεῦσαι ἐν τῇ πόλει ἐν εὐδίᾳ μόνον τὸν ἀδελφὸν Προτέριον, ἵνα, εἰ καὶ μή τις ἄλλος, ἀλλὰ οἱ πρὸς οὓς ἄρτι ἐπέστειλα δέξωνται τὰ γράμματα. κἂν μὴ ἔλθῃ ἐνταῦθα, ἔχει τὴν ταπεινὴν εὐχὴν ἡμῶν. διεταξάμεθα αὐτῷ περὶ πάντων· ἐπιτετηρημένος ἔστω πῶς εἰσίοι ἐν τῇ πόρτῃ, πῶς ἀποδίδοι τὰ γράμματα, μὴ ὡς ἔτυχεν παρρησίᾳ περιπατῶν. Ἔστω οὖν ὁ Κύριος σκέπων αὐτὸν δι' εὐχῆς τοῦ πατρὸς ἡμῶν. περὶ τοῦ παροικονόμου, ἐὰν ἔλθῃ, ὑπέμνησας, τέκνον· ὡς συνορῶμεν καὶ ἡμεῖς καλὸν εἶναι ποιοῦμεν. εἴ τι πάλιν μάθοις διὰ τοὺς πατέρας, καιρῷ εὐθέτῳ γράφεις ἡμῖν· καὶ τέως μὴ κατεπειχθῇς, εἰ μὴ ἀναγκαῖόν τι, πέμψαι διὰ τὸ χειμέριον εἶναι τὸν καιρόν. ὁπότε ὁ ἀδελφὸς Τιμόθεος ἀποκινεῖ, μάθοιμι, ἵνα ἄρῃ γράμματα. Ὁ θεός σε, τέκνον, σκεπάσοι ἐν πᾶσιν. οἱ ἀδελφοὶ προσαγορεύουσιν τὸ ˉδ καὶ τὸ ˉλ ἐξ ἡμῶν. 108 {1Τῷ αὐτῷ}1 Καλῶς ἐποίησας, τέκνον μου θεοπόθητον, τὸν ἀδελφὸν ἀποστείλας ἄγγελον ἀγαθόν· οὗ τῇ